Ancient Greek
Χ
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 513
Not analysed yet
χλαμὺς καὶ χλαῖνα διαφέρουσι, καθὼς διὰ πολλῶν ἀπέδειξε Δίδυμος (p. 180 Schmidt) ἐν Ὑπομνήματι δευτέρῳ Ἰλιάδος. ἡ μὲν γὰρ χλαῖνα ἡρωϊκὸν φόρημα· χλαμὺς δέ Μακεδονικόν, μετὰ ἑξακόσια ἔτη τῶν ἡρωϊκῶν ὀνομασθεῖσα· Σαπφώ (cf. fr. 54 L. -P.) αὕτη γὰρ μέμνηται τῆς χλαμύδος. διαφέρειν φησὶ καὶ τῷ σχήματι· ἡ μέν γὰρ χλαῖνα τετράγωνον, φησίν, ἱμάτιον, ἡ δὲ χλαμὺς εἰς τέλειον περὶ τὰ κάτω συνῆκται. καὶ τοὺς χρησαμένους πολὺ ἀπʼ ἀλλήλων διεστάναι. προσάγεται Ἀρι|στοτέλην (fr. 500 Rose), Φύλαρχον (FGHist 81 F 62), Πολέμωνα (fr. 99 Preller), ὅτι παραπολὺ διαφέρουσι.