Ancient Greek
514 to 520
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 514-520
Not analysed yet
χιτώνιον καὶ χιτωνίσκος διαφέρει. χιτωνίσκος μέν γὰρ ὁ τοῦ ἀνδρὸς καὶ χιτών· χιτώνιον δὲ τὸ τῆς γυναικὸς ἔνδυμα̣?, ἔστι δέ τοῦτο λεπτόν̣?. Χόας συνεσταλμένως τὴν ἑορτήν, ??καὶ παροξυτόνως̣?· Ἀριστοφάνης Ἀχαρνεῦσιν (1000)· ‘ἀκούετε λεώς, κατὰ τὰ πάτρια τούς χόας’. χοᾶς δέ περισπωμένως ἐπὶ τῶν μέτρων τοῦ οἴνου, ??καὶ ἐν ἐκτάσει̣?. χορήγιον καὶ χορ{ηγ}ὸς διαφέρει. χορήγιον μὲν τὸ διδασκαλεῖον —καὶ χορηγὸς ὁ διδάσκαλος —,χορὸς δέ τὸ σύστημα τῶν παίδων καὶ τῶν ᾀδόντων. χολάδες καὶ χόλικες διαφέρει. χολάδες μέν γὰρ τὰ ἔντερα· ‘χύντο χαμαὶ χολάδες’ (Δ 526 181). χόλικες δʼ αἱ τῶν βοῶν κοιλίαι Ἀριστοφάνης Βαβυλωνίοις (II p. 982 M. ═fr. 82 K.) · ‘ἢ βοι{α}δαρίων τις ἀπέκτεινε ζεῦγος, χολίκων ἐπιθυμῶν’. χρήστας καὶ τούς δανειστὰς λεκτέον καὶ τοὺς χρεωφειλέτας. χρηστήριον ὁ τόπος καὶ ὁ χρησμὸς καὶ τὸ ἱερόν. χύτραι καὶ χυτρεῖα διαφέρει. χύτραι μέν γὰρ καὶ αὐτὰ τὰ σκεύη καὶ τὰ χυτροπωλεῖα, χυτρεῖα δέ τὰ τῶν χυτρῶν ὄστρακα.