Ancient Greek
523 to 525
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 523-525
Not analysed yet
ὥρα δασέως τοῦ ἔτους καὶ τῆς ἡμέρας, ψιλῶς δέ ἡ φροντίς. ὠνήσασθαι καὶ ἀγοράσαι διαφέρει. ὠνήσασθαι μὲν γάρ ἐστι τὸ πρίασθαί τι τῶν πωλουμένων, ἀγοράσαι δὲ τὸ καὶ ἐν ἀγορᾷ διατρῖψαι. ὡτειλὴ καὶ οὐλὴ διαφέρει. ὠτειλὴ μὲν γάρ ἐστι τὸ πρόσφατον τραῦμα, παρὰ τὸ οὐτάσθαι οὐλὴ δὲ ἡ ὑγιασμένη σὰρξ ἐκ τραύματος παλαιοῦ, ὡς Ὅμηρος (τ 393 ψ 74)· ‘οὐλὴν τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι’.