Ancient Greek
521 to 522
Ammonius Grammaticus, De adfinium vocabulorum differentia 521-522
Not analysed yet
ψάλιον καὶ ψέλιον διαφέρει. ψάλιον μὲν τὸ τοῦ ἵππου, ψέλιον δὲ τὸ ἄκροις βραχίοσι περιτιθέμενον κόσμιον. οἱ Δωριεῖς ψίλιον καλοῦσι τὸ ἄκρον, ὅθεν καὶ ἡμεῖς τὴν ἐπʼ ἄκρων χειλέων λεγομένην προσῳδίαν ‘ψιλὴν’ ἐκαλέσαμεν, ὥς φησι Τρύφων (fr. 108 Vels.) . Ψάμαθος καὶ ἄμαθος διαφέρει. ψάμαθον μὲν γὰρ εἶναι τὴν παραθαλασσίαν ἄμμον· ‘ἐπὶ μαμάθοις ἁλίῃσιν’ (γ 38)· ἄμαθον δὲ τὴν κόνιν ‘τύχε γὰρ ἀμάθοιο βαθείης’ (E 587).