Ancient Greek
A
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 73
Not analysed yet
ἁρπαγὴ καὶ ἁρπάγη διαφέρει παρὰ τοῖς παλαιοῖς Ἀττικοῖς, ὥς φησι Τρύφων ἐν τῷ τρίτῳ Περὶ Ἀττικῆς προσῳδίας (fr. 12 Vels.) . ἐὰν μὲν γὰρ ὀξυτόνως προενεγκώμεθα καθάπερ ἐν τῇ συνηθείᾳ, τὴν αἰφνίδιον καὶ μετὰ βίας ἀφαίρεσιν δηλώσει ἐὰν δὲ βαρυτόνως ἁρπάγην ὡς Ἀνάφην, ἐν ᾗ ἐκ τῶν φρεάτων τοὺς κάδους ἐξαίρουσιν. καὶ παρὰ Μενάνδρῳ (fr. 657 Koerte2) ἀναγινώσκομεν· ‘ποτήριον, τράπεζαν, ἁρπάγην, †δεύτερον† κάδονʼ. καὶ ἐν Ἡνιόχῳ (fr. 180 Koerte2) ‘τὸν πταῖδα δʼ οὐ δίδομεν, ἀλλ’ ἁρπάγην αὐτῷ κατασκευάζομενʼ.