Ancient Greek
74 to 79
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 74-79
Not analysed yet
ἆρα καὶ ἄρα διαφέρει. ὁ μὲν γὰρ κατὰ περισπασμὸν λεγόμενος σύνδεσμος ἀπορηματικός ἐστιν, ὅτε ἀποροῦντες λέγομεν ‘ἆρα τέλος ἕξει τὸ πρᾶγμα;’ . ὁ δὲ κατὰ συστολὴν συλλογιστικός ‘εἰ ἡμέρα ἐστί, φῶς ἐστιν ἀλλὰ μὴν ἡμέρα ἐστίν. φῶς ἄρα ἐστίνʼ. ‘εἰ τοῦτο συμφέρει ποιεῖν, ποιητέον ἡμῖν ἄρα ἐατίνʼ. ἄρτι καὶ ἀρτίως διαφέρει. ἄρτι μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, τὸ δʼ ἀρτίως ἐπὶ τοῦ ἀπηρτισμένου ἔργου τελείως. ὥστε ἁμαρτάνει Σαπφὼ λέγουσα (fr. 123 L. -P. cf. fr. 103, 13) ‘ἀρτίως μὲν ἁ χρυσοπέδιλος αὖ· ὡς’ ἀντὶ χρονικοῦ ἐπιρρήματος. παρὰ δέ τοῖς Ἀττικοῖς ἀρτίως |σημαίνει αὐτῆς τῆς ὥρας. τὸ δʼ ἄρτι παρατατικῶς καὶ ἐπὶ τοῦ παρωχηκότος. ἀράχνη καὶ ἀράχνιον διαφέρει. ἀράχνη μὲν γὰρ θηλυκῶς τὸ ὕφασμα —καὶ οὐδετέρως, τὸ ἀράχνιον --,ἀρσενικῶς δὲ ὁ ἀράχνης τὸ ζῷον. ἄρνες καὶ ἀρνειοὶ διαφέρουσιν. ἄρνες μὲν γὰρ λέγονται οἱ νεογνοί· ‘ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραονʼ (Π 352), ἀρνειοὶ δὲ οἱ προήκοντες τῇ ἡλικία· ‘ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ ὅς τ’ οΐων μέγα πῶϋ ʼ (Γ 197 sq.) . ἄρρωστος καὶ ἀρρωστῶν διαφέρει. ἄρρωστος μὲν γὰρ ὁ νοσῶν· ἀρρωστῶν δέ ἐστιν ὁ ἀδυνατῶν ἐπιτελεῖν τὰ κατὰ τὰς ὀρέξεις, ὡς Ἀριστοφάνης φησίν (p. 232sq. Nauck). ἀρρωστεῖν τοῦ νοσεῖν διαφέρει. ἀρρωστεῖ μὲν γὰρ ὁ καχεκτῶν τῷ σώματι, νοσεῖ δὲ ὁ κλινήρης.