Ancient Greek · ~11 min
Book 1, Περὶ οὐσίας.
Ammonius, In Aristotelis Categorias Commentarius 1.1-2
Not analysed yet
Οὐσία δέ ἐστιν ἡ κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα λεγομένη. Πρώτην τάξιν ἔχει ἡ οὐσία ἐν ταῖς κατηγορίαις καὶ διὰ τοῦτο εἰκότως τῶν ἄλλων αὐτὴν προέταξεν· αὕτη γὰρ συνεισφέρεται μὲν ταῖς λοιπαῖς κατηγορίαις, οὐ συνεισφέρει δὲ αὐτάς, καὶ συναιρεῖ μὲν αὐτάς, οὐ συναιρεῖται δὲ ὑπ’ αὐτῶν, ὅτι αὕτη αὐθυπόστατός ἐστιν, ἐν αὐτῇ δὲ αἱ ἄλλαι κατηγορίαι τὸ εἶναι ἔχουσιν· οὐσίας γὰρ οὔσης οὐκ ἀνάγκη τὰς ἄλλας εἶναι κατηγορίας, ταύτης δὲ μὴ οὔσης οὐ δυνατὸν τὰς ἄλλας ὑποστῆναι. τῆς δὲ οὐσίας ἡ μέν ἐστιν ἁπλῆ ἡ δὲ σύνθετος, καὶ τῆς ἁπλῆς ἡ μὲν κρείττων τῆς συνθέτου ἡ δὲ χείρων. ἔστι δὲ σύνθετος μὲν οὐσία ἄνθρωπος καὶ τὰ τοιαῦτα, ἁπλῆ δὲ καὶ κρείττων τῆς συνθέτου ἡ τῶν θείων οὐσία, ἁπλῆ δὲ καὶ χείρων τῆς συνθέτου ἡ ὕλη ἡ πρώτη καὶ τὸ εἶδος· ταῦτα γὰρ τῶν συνθέτων ἕνεκα παραλαμβάνονται, ἀεὶ δὲ ἰὰ δι’ ἕτερόν τι παραλαμβανόμενα χείρονά εἰσιν ἐκείνου οὗ ἕνεκα παραλαμβάνοντι· οὕτω γὰρ κἀπὶ τῶν τεχνῶν χείρονά φαμεν εἶναι τὴν χαλινοποιγτικὴν τῆς ἱππικῆς, ὅτι τῷ τῆς χαλινοποιητικῆς ἀποτελέσματι ὡς ὀργάνῳ κέχρηται ἡ ἱππική, καὶ ἔστιν ὁ μὲν χαλινὸς ἕνεκά του, ἡ δὲ ἱππικὴ οὗ ἕνεκα. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. διαλέξεται δὲ ἐνταῦθα ὁ Ἀριστοτέλης οὐ περὶ τῆς ἁπλῆς καὶ κρείττονος τῆς συνθέτου τοῦτο γὰρ θεολογίας) οὐδὲ περὶ τῆς ἁπλῆς καὶ χείρονος τῆς συνθέτου τοῦτο γὰρ φυσιολογίας), ἀλλὰ περὶ τῆς συνθέτου καὶ σχετικῆς, καθὸ τοιώσδε σημαίνεται. λέγει δὲ ταύτης τῆς οὐσίας τὴν μὲν εἶναι πρώτην τὴν δὲ δευτέραν, πρώτην μὲν τὴν μερικὴν καλῶν, δευτέραν δὲ τὴν καθόλου. ὅθεν ἄξιον ζητῆσαι διὰ τί οὕτω φησίν, εἴπερ τῶν μερικῶν τὰ καθόλου τιμιώτερα. φαμὲν οὖν ὅτι τὰ φύσει πρότερα ἡμῖν δεύτερά ἐστι καὶ τὰ ἡμῖν πρότερα τῇ φύσει δεύτερα, οἷον ἡ ὕλη καὶ τὸ εἶδος εἶτα τὰ κοινὰ στοιχεῖα πρότερα τῇ φύσει, ἐκ τούτων δὲ τὸ σπέρμα καὶ τὸ αἷμα καὶ εἶθ’ οὕτως ὁ ἄνθρωπος· ἡμῖν δὲ πρότερος ὁ ἄνθρωπος· γνωρίζομεν γὰρ ἡμεῖς πρότερον τὸν ἄνθρωον, εἶτα τὰ προειρημένα τὰ ἕνεκά του παραλαμβανόμενα. ἐπεὶ οὖν ὁ λόγος αὐτῷ ὡς πρὸς εἰσαγομένους, τοῖς δὲ εἰσαγομένοις σαφέστερα τὰ προσεχῆ, εἰκότως τὴν μερικὴν πρώτην εἶπεν ἐν τῷ παρόντι· ἀπὸ γὰρ τῶν μερικῶν ἀναγόμεθα ἐπὶ τὰ καθόλου. διὸ ὡς μὴ ἀρέσκοντα αὐτῷ λέγων οὐκ εἶπε ‘καὶ πρώτως καὶ μάλιστά ἐστιν᾿ ,ἀλλὰ λεγομένη. ἐπιστῆσαι δὲ χρὴ πῶς αὐτὰ φράζει ὁ Ἀριστοτέλης· ἐπειδὴ γάρ, ὡς εἴπομεν, ἀπαρεσκόντως λέγει τὴν μερικὴν οὐσίαν πρώτην, φησὶν ἣ μήτε καθ’ ὑπο- κειμένου τινὸς λέγεται· ἡ γὰρ ὄντως πρώτη οὐσία, τοῦτ’ ἔστιν ἡ καθόλου, καθ’ ὑποκειμένου τινός ἐστιν. ὡς ἀπαρεσκόμενος οὖν λέγεται εἶπεν. ἐπειδὴ δὲ οἶδεν ὅτι κἀν ᾖ πρώτη οὐσία κὰν ᾖ δευτέρα, οὐκ ἔστιν ἐν ὑποκειμένῳ, εἶπε τὸ ἔστιν· ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν. ἐνταῦθα οὖν τὸ ἔστι προσέθηκεν, ἐπεὶ καὶ αὐτῷ ἤρεσκεν.