Ancient Greek · ~3 min
1.22 to 1.23
Ammonius, In Aristotelis Categorias Commentarius 1.22-23
Not analysed yet
᾿Εν οὐδεμιᾷ καταφάσει. Τὰ πολλὰ τῶν βιβλίων τὰ καλῶς δοκοῦντα ἔχειν οὐκ ἔχει ἢ αποφάσει· εἰ γὰρ κατάφασιν οὐδεμία τῶν κατηγοριῶν σημαίνει, πολλῷ μᾶλμέν λον οὐδὲ ἀπόφασιν, ἐπειδὴ δεῖται ἑτέρου ἀρνητικοῦ μορίου καὶ μᾶλλον ὑποπτεύσει τις τὸ ποιεῖν κατάφασιν δηλοῦν ἢ ἀπόφασιν. Ἅπασα γὰρ δοκεῖ κατάφασις ἢ ἀπόφασις. Τὸ δοκεῖ πρόσκειται, ἐπειδὴ οὐ πάντως ἡ κατάφασις ἀληθεύει 5 οὐδὲ πάντως ἡ ἀπόφασις ψεύδεται, οἷον ἐὰν εἴπῃ τις ῾τρέχω᾿ ἢ ῾οὐ τρέχω᾿ . ἐπειδὴ οὖν ἐν τούτοις δυνάμει προσυπακούεται τὸ ἐγώ, τούτου χάριν εἶπε δοκεῖ. ἢ τοῦτο ἢ ὅτι παρέλκεται τὸ δοκεῖ ἢ ὅτι σφάλμα καλλιγράρου ἐστὶν ἢ ὅτι ἀντὶ τοῦ ῾οὕτω δοκεῖ πᾶσιν᾿.