Ancient Greek · ~7 min
Book 1, Περὶ οὐσίας.
Ammonius, In Aristotelis Categorias Commentarius 1.2-2
Not analysed yet
Ἥ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεται. Ζητοῦσι δέ τινες τί δή ποτε δι’ ἀποφάσεων τὸ τιμιώτερον ὡρίσατο, εἴπερ τῶν καταφάσεων εἰσιν αὗται ἀτιμότεραι. φαμὲν ὅτι οὐδὲν ἄτοπον· καὶ γὰρ ἡμεῖς τὸ θεῖον σημᾶναι βουλόμενοι οὐ καταφάσκομέν τι περὶ αὐτοῦ, ὥς φησιν ὁ Πλατῶν, ἀλλ’ εἰς ἀποφάσεις τρεπόμεθα. ἀποροῦσι δέ τινες λέγοντες μήποτε καὶ τῇ ὄντως πρώτῃ καὶ θείᾳ οὐσίᾳ ἁρμόζει ὁ ἀποδεδομένος ὁρισμὸς τῆς οὐσίας καὶ τῇ μερικῇ ψυχῇ· καὶ γὰρ ὁ θεὸς οὔτε καθ’ ὑποκειμένου τινὸς λέγεται οὔτε ἐν ὑποκειμένῳ ἐστί, καὶ μέντοι καὶ ἡ ψυχή. φαμὲν οὖν ὅτι οὐδετέρῳ ἁρμόζει ὁ ὁρισμός, ἐπὶ μὲν γὰρ τῆς θείας οὐσίας ἀνόητον ὅλως τὸ ἐπινοεῖν τοῦτον τὸν ὁρισμόν· τὸ γὰρ μὴ εἶναι καθ’ ὑποκειμένου πρὸς ἀντιδιαστολὴν τῶν ἐν ὑποκειμένῳ ὄντων εἴρηται καὶ ἁρμόζει πράγμασι σχέσιν τινὰ ἔχουσι πρὸς τὰ ἐν ὑποκειμένῳ, τὸ δὲ θεῖον ἄσχετον παντελῶς καὶ πάντων ἐξῃρημένον τῶν τε ἐν ὑποκειμένῳ καὶ τῶν μὴ ἐν ὑποκειμένῳ ὄντων, γινομένων δὲ τοῖς συμβεβηκόσιν ὑποκειμένων. ἐπὶ δὲ τῆς ψυχῆς εἰ μὲν τὴν ἐξῃρημένην λαμβάνει τις, οὐχ ἁρμόσει πάλιν ὁ ὁρισμὸς διὰ τὴν αὐτὴν αἰτίαν πάντων γὰρ ἔχουσα τοὺς λόγους καὶ τὴν γνῶσιν παρ’ ἑαυτῇ ἄσχετος καὶ αὐτὴ καὶ ἐξῃρημένη), εἰ δέ γε τὴν μερικήν, ἴσως ἐφαρμόζει ταύτῃ· πεσοῦσα γὰρ εἰς τὴν σχέσιν καὶ λήθῃ κατασχεθεῖσα εἶτα εἰς ἀνάμνησιν ἐπειγομένη τῶν προτέρων γίνεται ὑποκείμενον ποτὲ μὲν τῇ γραμματικῇ ποτὲ δὲ τῇ ἰατρικῇ καὶ ταῖς ἄλλαις τέχναις ὁμοίως. καὶ οὐδὲν θαυμαστὸν τῇ ψυχῇ ποτὲ μὲν ἐφαρμόζειν τὸν ὁρισμὸν ποτὲ δὲ οὔ· μέσην γὰρ ἔχει τάξιν πρὸς τά πάντῃ ἐξῃρημένα τῆς ὕλης καὶ τὰ πάντῃ ἔνυλα, καὶ ὅτε μὲν ἡ ψυχὴ ἐξῄρηται τῶν σωμάτων, οὐκ ἐφαρμόσει αὐτῇ ὁ ὁρισμός, ὅτε δὲ πεσοῦσα ἐν ὕλῃ ἐπιλανθάνεται, τηνικαῦτα ἐφαρμόσει, καὶ οὐδὲν ἄτοπον.