Ancient Greek · ~4 min
1.1 to 1.5
Ammonius, In Aristotelis Categorias Commentarius 1.1-4-5
Not analysed yet
Πρός τι δὲ τὰ τοιαῦτα λέγεται. Τῷ λέγεται ἐχρήσατο ὡς μὴ ἀρεσκόμενος τῷ λόγῳ. παρακατιὼν γὰρ δεέκνυσιν ἄτοπα πολλὰ τούτῳ τῷ ὁρισμῷ ἑπόμενα, καὶ οὕτως ἄλλον τίθησιν ὁρισμὸν. Ὅσα αὐτὰ ἅπερ ἐστίν. Οἷον δεξιὸς ἄνθρωπος οὐ καθὸ ἄνθρωπος ἑτέρου λέγεται δεξιός, ἀλλὰ καθὸ δεξιός. Ἤ ὁπωσοῦν ἄλλως. ᾿Επεοδὴ εἶπεν ὅσα ἑτέρων, ἵνα μὴ ὑπολάβῃς ὅτι πρὸς μόνην γενικὴν ἀποδίδοται, φησὶν ὅτι ἢ ὁπωσοῦν ἄλλως, τοῦτ’ ἔστιν εἴτε πρὸς δοτικὴν εἴτε πρὸς αἰτιατικήν. Ἔστι δὲ καὶ τὰ τοιαῦτα τῶν πρός τι. ἐπειδὴ γὰρ τὰ πρότερα τοῦ ποσοῦ ἐστι ταῦτα δὲ τοῦ ποιοῦ, εἰκότως ἔδοξεν αὐτὰ χωρίζειν εἰρηκὼς ἔστι δὲ καὶ τὰ τοιαῦτα, ἢ ὅτι ἐκεῖνα μὲν πρὸς γενικὴν ταῦτα δὲ καὶ πρὸς δοτικὴν καὶ αἰτιατικὴν ἔχει τὴν ἀντιστροφήν. <Ἕξις>, διάθεσις, αἴσθησις, ἐπιστήμη, θέσις. ἐκτιθέμενος τὰ παραδείγματα τέχνας ἡμῖν παραδίδωσι τῆς ἀνακάμψεως τῶν πρός τι· ἡ γὰρ ἕξις ὅπερ ἐστὶ πρὸς γενικὴν ἀποδίδοται (ἑκτοῦ γὰρ λέγεται ἕξις) καὶ ἀνάπαλιν τὸ ἑκτὸν ἕξει ἑκτὸν ὅ πρὸς δοτικὴν ἀποδίδοται, καὶ ἡ διάθεσις ὁμοίως διαθετοῦ διάθεσις καὶ τὸ διάθετόν διαθέσει διάθετόν, καὶ ἡ ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη καὶ τὸ ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν.