Ancient Greek · ~15 min
Book 1, Περὶ τῶν πρός τι.
Ammonius, In Aristotelis Categorias Commentarius 1.Section introduction.1-2
Not analysed yet
Πρὸ τῆς τῶν πρός τι διδασκαλίας πέντε ταῦτα χρὴ ζητεῖν· τὴν τάξιν αὐτῶν τὴν αἰτίαν τῆς ἐπιγραφῆς τὴν ὑπόστασιν τὸν τροπὸν τῆς οιοασκαλίας τὴν εἰς τὰ εἴδη διαίρεσιν. καὶ πρῶτον τὴν τάξιν. δία ποίαν αἰτίαν τὰ πρός τι προτέτακται τοῦ ποιοῦ, εἴπερ ἁπλὴ τίς ἐστι κατηγορία, ἡ δὲ τῶν πρός τι σύνθετος, ῥᾷον δὲ τὰ ἁπλᾶ μανθάνομεν τῶν πολυσχεδῶν; φαμὲν οὖν ὅτι ἐπειδὴ ἐν τῇ τοῦ ποσοῦ διδασκαλίᾳ ἐμνήσθη τῶν πρός τι, ἵνα μὴ ἐπὶ πολὺν χρόνον ἐάσῃ τὸν ἀκροατὴν ἀγνοοῦντα περὶ αὐτῶν, διὰ τοῦτο εὐθέως περὶ αὐτῶν ποιεῖται τὴν διδασκαλίαν, ὥσπερ καὶ ὲν τῇ οὐσίᾳ μνησθεὶς τοὐ ποσοῦ μετὰ τὴν οὐσίαν εὐθὺς περὶ τούτου διαλέγεται. διὰ τί δὲ Περὶ τῶν πρός τι ἐπιγέγραπται, καὶ οὐχὶ περὶ του πρὸς τι ἑνικῶς. ,λέγομεν ὅτι ἐπειδὴ οὐχ οἷόν τε ἓν πρᾶγμα αὐτὸ καθ’ αὑτὸ εἶναι τῶν πρός τι, ἀλλὰ πάντως ἐν δυσὶ θεωρεῖται τὰ πρός τι· τὸ γὰρ δεξιὸν ἀριστεροῦ ἐστι δεξιόν, οὐκ ἂν δὲ εἴποις αὐτὸ καθ’ αὑτὸ δεξιόν· καὶ διὰ τοῦτο πληθυντικῶς Περὶ τῶν πρός τι ἐπέγραψεν, ἐπὶ ἰδὲ τῆς οὐσίας ἑνικῶς. δυνατὸν γὰρ ἓν πρᾶγμα οἷον ἄνθρωπον ξύλον εἶναι οὐσίαν, ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ποσοῦ δυνατὸν τὸ δίπηχυ μόνον ποσὸν λέγεσθαι· ἐπὶ δὲ τῶν πρός τι οὐχ ὁμοίως. περὶ δὲ τῆς ὑποστάσεως αὐτῶν τινὲς μὲν ἔλεγον μηδὲν εἶναι τῶν πρός τι φύσει ἀλλὰ θέσει, οἷον τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν καὶ ὅσα τοιαῦτα, οἵτινες οὐκ ὀρθῶς λέγουσιν· οὕτω γὰρ ἔγνωσται ταῦτα τῇ φύσει, ὡς καὶ τὰ μόρια τοῦ σώματος σχέσει τινὶ πρὸς ἄλληλα θεωρεῖται, οἷον τὸ μὲν ἧπαρ δεξιὸν ὁ δὲ σπλὴν ἀριστεφός, καὶ οὒκ ἄν ποτε γένοιτο οὔτε τὸ ἧπαρ ἀριστερὸν οὔτε ὁ σπλὴν δέξιος· τινες δὲ πάντα πρός τι ἔλεγον, ὧν εἷς ἐστι Πρωταγόρας ὁ σοφιστής· οὗτος γὰρ ἔλεγεν ὅτι πᾶς ὁ ὁτιοῦν λέγων ἀληθεύει· ὁ γὰρ λέγων ὅτι τὸ μέλι γλυκύ ἐστιν ἀληθεύει πρός τινας γὰρ γλυκύ ἐστι), καὶ ὁ λέγων αὐτὸ πικρὸν ἀληθεύει· πρὸς γὰρ τοὺς ἰκτεριῶντας πικρόν ἐστι. τοῦτον οὖν Πλατῶν ἐλέγχων φησὶν ὅτι ῾ὦ Πρωταγόρα, ἀληθεύεις λέγων, ὅτι πᾶς ὁ ὁτιοῦν λέγων ἀληθεύει, ἢ ψεύδῃ· εἰ μὲν οὗν ψεύδῃ, εἰκότως διὰ τοῦτό σοι οὐ, πιστεύσομεν, εἰ δ᾿ ἀληθεύεις λέγων ὅτι πᾶς ὁ ὁτιοῦν λέγων ἀληθεύει, λέγομεν δὲ περὶ σου ὅτι ψεύδῃ, ἀληθεύομεν ἄρα, ὥστε πάλιν ψεύδῃ, καὶ οὐ παντᾶ τῶν πρός τί ἐστι. ᾿τινὲς δὲ ὀρθῶς εἶπον ὅτι τῶν πραγμάτων τὰ μὲν ἐστι π,ρός τι, τὰ δὲ αὐτὰ καθ’ αὑτά, πρός τι μὲν οἷον δεξιὸν ἀριστερόν, ἀυτὰ δὲ καθ’ αὑτὰ οἷον σῶμα ἄνθρωπος· καὶ γὰρ ὁ ἄνθρωπος καθὸ ἄνθρωπος οὐκ ἔστι τῶν πρός τι. καὶ ταῦτα μὲν περὶ τῆς ὑποστάσεως πρό‘ς τι· τρόπῳ δὲ διδασκαλίας κέχρηται τοιῷδε· πρότερον αποοιοωσι τὸν ὁρισμὸν αὐτῶν, ὃν οἱ παλαιοὶ ἔθεντο, εἶτα δείκνυσιν ἄτοπα πολλὰ τῷ ὁρισμῷ τούτῳ ἑπόμενα, καὶ οὕτως ἕτερον αὐτὸς ἴδιον αὐτῶν ἀποδίδωσιν, ὃ καὶ μόνοις καὶ πᾶσιν ὑπάρχει. ἵνα δὲ μὴ δόξῃ τῶν παλαιῶν κατατρέχειν, |πρότερον τὸν αὐτῶν ὁρισμὸν ὡς ἴδιον τῶν πρός τι ἀποδίδωσιν. ἡ δὲ διαίρεσις τῶν πρός τί ἐστιν αὕτη· τῶν πρός τι τά μὲν καθ᾿ ὁμωνυμίαν ὡς τὸ ὅμοιον τῷ ὁμοίῳ ὅμοιον, τὰ δὲ καθ’ ἑτερωνυμίαν ὣς τὸ δεξιὸν ἀριστεροῦ δεξιόν. καὶ τούτων τὰ μὲν κατὰ τὸ περιέχον καὶ περιεχόμενον ὡς τὸ διπλάσιον ἡμίσεος διπλάσιον, τὰ δὲ κατὰ τὸ ἄρχον καὶ ἀρχόμενον ὡς ὁ δεσπότης δούλου δεσπότης, τὰ δὲ κατὰ τὸ κρίνον καὶ κρινόμενον ὡς τὸ αἰσθητὸν αἰσθήσει αἰσθητόν, τὰ δὲ κατὰ τὸ μετέχον καὶ μετεχόμενον ὡς ὁ ἐπιστήμων τῷ μετέχειν ἐπιστήμης λέγεται έπιστήμων, τὰ δὲ κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν ὡς ὁ πατὴρ υἱοῦ πατήρ, τὰ δὲ κατὰ τὸ ποιοῦν καὶ πάσχον ὡς ὁ τύπτων τυπτόμενον τύπτει, τὰ δὲ κατὰ τὴν ἐν τόπῳ διαφορὰν ὡς ἀριστερὸς δεξιοῦ ἀριστερὸς καὶ δεξιὸς ἀριστεροῦ δεξιός.