Ancient Greek · ~2 min
Book 1, Περὶ τῶν πρός τι.
Ammonius, In Aristotelis Categorias Commentarius 1.6-3
Not analysed yet
Ἔστι δὲ καὶ ἡ ἀνάκλισις καί. |Καἰ ἡ ἀνάκλισις καὶ ἡ στάσις καὶ ἡ καθέδρα, φησί, θέσεις εἰσίν· εἴδη γὰρ ταῦτα τῆς θέσεως, ἡ δὲ θέσις τῶν πρός τι, καὶ ταῦτα ἄρα τῶν πρός τι· ἢ γὰρ ὅλον τὸ σῶμα ὀρθόν ἐστι καὶ καλεῖται στάσις, ἢ ὅλον πλάγιον κεῖται καὶ καλεῖται ἀνάκλισις, ἢ μέρος μέν τι αὐτοῦ ἵσταται μέρος δὲ κέκλιται καὶ καλεῖται καθέδρα.