Ancient Greek · ~34 min
Book 1, Περὶ ποιοῦ καὶ ποιότητος.
Ammonius, In Aristotelis Categorias Commentarius 1.Section introduction.1-3
Not analysed yet
Τῷ αὐτῷ τρόπῳ τῆς διδασκαλίας |ἐπὶ τῆς ποιότητος κεχρήμεθα, ᾧ καὶ ἐπὶ τῶν πρός τι. δεῖ οὖν ἡμᾶς καὶ ἐνταῦθα προλαβεῖν τινα τῆς διδασκαλίας καὶ ζητῆσαι πρότερον τὴν τάξιν τῆς κατηγορίας, δεύτερον τὸν ὁρισμόν, εἶτα τὴν ἐπιγραφὴν περὶ ποιοῦ καὶ ποιότητος, τέταρτον δὲ ἐπὶ τούτοις καὶ περὶ τῆς διαιρέσεως αὐτῆς. καὶ ἡ μὲν τάξις τῆς κατηγορίας ἤδη ἡμῖν δήλη ἐκ τῶν εἰρημένων ἐν τοῖς πρός τι. περὶ δὲ τοῦ ὁρισμοῦ ζητοῦμεν διὰ τί τῆς ποιότητος τὸν ὁρισμὸν ἀποδιδούς φησιν ὅτι καθ’ ἣν οἱ μετέχοντες αὐτῆς ποιοὶ λέγονται, αὐτὸ δὲ ὅπερ ἐζητοῦμεν ὡς σαφὲς παρέλαβε καὶ ὁμολογούμενον. ἐροῦμεν ὅτι οὗτος ὁ λόγος εἰς ἔννοιαν ἡμάς ἄγει τῆς ποιότητος διὰ τοῦ ποιοῦ· σαφέστερον γάρ ἐστι τὸ ποιὸν ἅτε δὴ αἰσθήσει ληπτόν, καὶ ὅλως ἀπ’ αὐτοῦ εἰς ἔννοιαν τῆς ποιότητος ἐρχόμεθα· θεασάμενοι γὰρ τὸ ἐν γάλακτι λευκὸν καὶ τὸ ἐν χιόνι καὶ τὸ ἐν ψιμυθίῳ εἰς ἔννοιαν ἐρχόμεθα λευκότητος, ὁμοίως γευσάμενοι μέλιτος καὶ φοίνικος καὶ ἰσχάδος εἰς ἔννοιαν ἐρχόμεθα τῆς γλυκύτήτος. ἐκ τοῦ ποιοῦ οὖν τοῦ δεδεγμένου τὰς προειρημένας ποιότητας, λευκότητα λέγω καὶ γλυκύτητα, ὡς σαφεστέρου ὄντος τὴν διδασκαλίαν ποιμαθήσεως] εἷται. ἔστι δὲ ποιὸν μὲν αὐτὸ τὸ μετέχον ποιότητος, τὸ δὲ μετεχόμενον ἡ ποιότης· διὰ γὰρ τοῦτο καὶ προέταξε τὸ ποιὸν ἐν τῇ ἐπιγραφῇ ὡς ἐν τούτῳ τῆς ποιότητος θεωρουμένης. Δεῖ δὲ ἐπὶ τούτοις καὶ τὴν διαίρεσιν τῆς κατηγορίας εἰπεῖν. ἰστέον ὅτι τῆς ποιότητος ὁ Ἀριστοτέλης τέσσαρα ἡμῖν παραδίδωσιν εἴδη, πρῶτον ἕξιν καὶ διάθεσιν, δεύτερον δύναμιν καὶ ἀδυναμίαν, τρίτον παθητικὴν ποιότητα καὶ πάθος, τέταρτον σχῆμα καὶ μορφήν. καὶ ἕξις μέν ἐστιν, ὡς ὅταν λέγωμεν τὸν γεωμέτρην ἕξιν ἔχειν εἰς τὰ γεωμετρικὰ θεωρήματα, διάθεσις δέ ἐστιν, ὡς ὅταν εἴπωμέν τινα παρακούσματα ἔχειν γεωμετρικῶν θεωρημάτων. καὶ τοῦτο μὲν τὸ πρῶτον εἶδος τῆς ποιότητος. τὸ δὲ δεύτερον δύναμις καὶ ἀδυναμία, ὅ ἐστιν ἐπιτηδειότης καὶ ἀνεπιτηδειότης πρὸς τὰ φυσικὰ πράγματα, καὶ τὴν μὲν δύναμιν ἐπιτηδειότητα τὴν δὲ ἀδυναμίαν ἀνεπιτηδειότητα καλοῦμεν. τρίτον δὲ εἶδος παθητικὴ ποιότης καὶ πάθος· ἔστι δὲ παθητικὴ ποιότης ὡς ἡ ἐν τῇ χιόνι ψυχρότης καὶ ἡ ἐν τῷ πυρὶ θερμότης. αὕτη δέ ἐστι διττή, ἢ ὡς πάθος ποιοῦσα ἢ ὡς ἀπὸ πάθους ἐγγινομένη· ἡ μὲν οὖν ψῦξις τῆς χιόνος καὶ ἡ τοῦ πυρὸς θερμασία λέγεται παθητικὴ ποιότης, οὐχ ὡς ἀπὸ πάθους ἐγγινομένη ἀλλ’ ὡς πάθος ἐμποιοῦσα (οὔτε γὰρ τροπή τις ἐγένετο περὶ τὸ ὑποκείμενον, ἵνα δέξωνται ταύτας τὰς ποιότητας τό τε πῦρ καὶ ἡ χιών, ἀλλὰ μᾶλλον ταῦτα ἐν ἄλλοις ἐντιθέασι πάθη, θερμότητα καὶ ψυχρότητα), ἡ δὲ ἐν τῷ τεθερμασμένῳ σιδήρῳ θερμασία λέγεται παθητικὴ ποιότης ὡς ἀπὸ πάθους ἐγγινομένη. πάθος δὲ λέγομεν, ἡνίκα τὸν πρότερόν τις χρόνον ὠχρὸς ὢν δι’ αἰδῶ ἐρυθριάσῃ· τὸ ἔρευθος τοῦτο ἐροῦμεν εἶναι πάθος. |τέταρτον δὲ εἶδος τὸ σχῆμα καὶ ἡ μορφή. καὶ εἰδέναι δεῖ ὅτι τὸ μὲν σχῆμα ἐπὶ τῶν ἀψύχων λέγεται, ἡ δὲ μορφὴ ἐπὶ τῶν ἐμψύχων. εἰδέναι δὲ δεῖ ὅτι καὶ ὁ Πλάτων ἐχρήσατο τῷ τῆς ποιότητος ὀνόματι ἐν τῷ διαλόγῳ τῷ Θεαιτήτῳ καὶ αὐτὸς γέγονε πρῶτος δημιουργὸς τοῦ ὀνόματος· φησὶ γὰρ ὅτι ‘δοκεῖς μοι ἀγνοεῖν τί σημαίνει τὸ τῆς ποιότητος ὄνομα διὰ τὸ ἀθρόως εἰρῆσθαι’. ὁ δὲ Ἀριστοτέλης ἐπέτεινε τὸ τῆς ποιότητος ὄνομα οὐ μόνον ἄχρι σωμάτων ἀλλὰ καὶ ἐπὶ τὴν ψυχήν, λέγων ποιότητας εἶναι ἐν ψυχῇ ἐπιστήμην καὶ ἀρετήν. Ἔστι δὲ †ἀπορῆσαι τῷ Ἀριστοτέλει λέγοντας μὴ δεόντως αὐτὸν πεποιῆσθαι τὴν διαίρεσιν· λέγομεν γὰρ ἕξιν οὐ μόνον ἐπὶ τῆς ψυχῆς ἀλλὰ καὶ ἐπὶ τοῦ σώματος· τὴν γὰρ ὑγείαν ἕξιν λέγομεν εἶναι τοῦ σώματος, καὶ πάλιν ἑκτικὸν πυρετόν. ταύτας οὖν τὰς ποιότητας ὑπὸ ποῖον τῶν τεττάρων εἰδῶν τῆς ποιότητος τῶν ὑπὸ Ἀριστοτέλους εἰρημένων ἀνάμέν ἐστι κατ’ ἐπιτηδειότητα ἡ δὲ κατ’ ἐνέργειαν, καὶ αὕτη μὲν ἡ κατ’ ἐπιτηδειότητα ποιεῖ τὸ δεύτερον εἶδος τὸ ὑπὸ Ἀριστοτέλους εἰρημένον τὸ κατὰ δύναμιν καὶ ἀδυναμίαν. ἡ δὲ κατ’ ἐνέργειαν ἢ τελειωτική ἐστιν ἢ κακωτικὴ ἢ οὔτε τελειωτικὴ οὔτε κακωτική. τῆς δὲ τελειωτικῆς ἡ μὲν πάθος ἐμποιεῖ περὶ τὴν ἡμετέραν αἴσθησιν ἡ δὲ οὐ ποιεῖ πάθος. αὕτη ἡ μὴ ποιοῦσα πάθος ἢ δυσαπόβλητός ἐστιν ἢ εὐαπόβλητος. καὶ εἰ μὲν δυσαπόβλητός ἐστι, γίνεται ἕξις, καὶ γίνεται ἢ ἐν ψυχῇ ἢ ἐν σώματι, εἰ δὲ εὐαπόβλητος, γίνεται διάθεσις. ἕξις δὲ ἐν ψυχῇ μὲν ἐπιστήμη ἀρετή, ἐν σώματι δὲ ὡς ὑγεία. εἰ δέ τις εἴποι τὴν ὑγείαν πάθος ἐμποιεῖν (αἰσθανόμεθα γὰρ αὐτῆς), ἐροῦμεν ὅτι οὐ τῆς ὑγείας αἰσθανόμεθα, ἀλλὰ τῶν παθητικῶν ποιοτήτων τῶν ἡγουμένων τῆς ὑγείας· οἱ μὲν γὰρ πυρέττοντες αἰσθάνονται τῆς παρὰ φύσιν θερμασίας παρούσης καὶ πάλιν ἀπούσης, τῆς μέντοι ὑγείας αὐτῆς οὐκ αἰσθάνονται· διὸ καὶ ὅσοι ἀνίατοι, νόσου παρούσης ἀμυδράς οὐκ αἰσθάνονται· οὐ γάρ ἐστι τότε κατάδηλος ἡ νόσος εἰ μὴ μόνοις τοῖς ἰατροῖς, καὶ αὐτοὶ δὲ οἱ ἰατροὶ διαγνώσεως σημεῖά τινα ἔχουσι, δι’ ὧν θηρῶνται τὴν νόσον καὶ τὴν ὑγείαν. τῆς δὲ πάθος ἐμποι- ούσης ἡ μὲν δυσαπόβλητός ἐστιν ἡ δὲ εὐαπόβλητος, καὶ εἰ μὲν εὐαπόβλητος εἴη, τὸ ἓν τμῆμα τοῦ τρίτου εἴδους ποιεῖ τοῦ ὑπὸ Ἀριστοτέλους εἰρημένου, φημὶ δὴ τὸ πάθος, οἷόν ἐστι τὸ ἔρευθος τοῦ δι’ αἰδῶ ἐρυθριάσαντος· ἡ γὰρ φύσις τοῦ ἀνθρώπου συνειδυῖα τῷ ἑαυτῆς πταίσματι μὴ βουλομένη |ἄτιμα μηδ’ ἔρημα εἶναι τὰ ἐπιπολῆς τὰ τιμιώτερα ἑαυτῆς εἰς προκάλυμμα πέμπει τοῦ πάθους· τιμιώτερα δὲ πάντων τῇ φύσει τό τε πνεῦμα καὶ τὸ αἷμα. καὶ ἡ μὲν φύσις ἀποστέλλει τὸ αἷμα εἰς τὰ ἐπιπολῆς, τὸ δὲ χρῶμα τοῦ χυμοῦ ποιεῖ τὸ ἔρευθος. εἰ δὲ δυσαπόβλητος εἴη, ποιεῖ τὸ ἕτερον τμῆμα τοῦ τρίτου εἴδους, τὴν παθητικὴν ποιότητα τὴν πάθος ἐμποιοῦσαν. εἰ δὲ μήτε τελειωτικὴ εἴη μήτε κακωτική, ἢ περὶ τὴν ἐπιφάνειαν θεωρεῖται ἢ διὰ βάθους κεχώρηκε τοῦ ὑποκειμένου. καὶ εἰ διὰ τοῦ βάθους κεχώρηκεν, ἢ εὐαπόβλητός ἐστιν ἢ δυσαπόβλητος· καὶ εἰ μὲν εὐαπόβλητος εἴη, ποιεῖ πάλιν πάθος τοῦ τρίτου εἴδους τῆς ποιότητος, εἰ δὲ δυσαπόβλητος εἴη, ποιεῖ παθητικὴν ποιότητα, οὐ τὴν πάθος ἐμποιοῦσαν ἀλλὰ τὴν ἀπὸ πάθους ἐγγινομένην, καθάπερ ἐπὶ τοῦ ἐκ γενετῆς ἐρυθροῦ· ὃν γὰρ τρόπον ὁ δι’ αἰδῶ ἐρυθριάσας κατὰ πάθος ἔσχε τὸ τοιοῦτον χρῶμα, κατὰ τὸν αὐτὸν τρόπον καὶ ὁ ἐκ φύσεως ἐρυθρὸς κατὰ φυσικὸν πάθος τοιοῦτον ἔσχε χρῶμα. Ἰστέον δ’ ὅτι ὁ Ἀριστοτέλης τὴν ἀλλοίωσιν γενέσθαι λέγει ἐν τῷ ἑβδόμῳ τῆς Φυσικῆς ἀκροάσεως οὐκ ἀπὸ πάσης ποιότητος ἀλλὰ μόνον τῶν παθητικῶν· αἱ γὰρ κατὰ τὴν ἕξιν ποιότητες οὐ ποιοῦσι, φησίν, ἀλλοίωσιν ἀλλ’ ὁδόν τινα ἢ ἐπὶ φθορὰν ἢ ἐπὶ γένεσιν· ἡ γὰρ τῆς ἕξεως μεταβολὴ ἐναλλαγὴ τῆς οὐσίας ἐστίν. ἐπιζητῶν γὰρ ὁ φιλόσοφος τὰ εἴδη τῆς μεταβολῆς ἔλεγεν ἓξ εἶναι, γένεσιν φθορὰν αὔξησιν μείωσιν ἀλλοίωσιν τὴν κατὰ τόπον μεταβολήν. θεωροῦνται δὲ αὗται αἱ μεταβολαὶ ἐν τέτρασι κατηγορίαις, ἐν οὐσίᾳ ἐν ποσῷ ἐν ποιῷ ἐν τῇ ποῦ. καὶ ἡ μὲν μεταβολή, φησίν, ἡ γινομένη περὶ τὴν οὐσίαν ἡ μὲν ἀπὸ τοὐ μὴ ὄντος εἰς τὸ ὂν γινομένη λέγεται γένεσις, ἡ δὲ ἀπὸ τοῦ ὄντος εἰς τὸ μὴ ὂν λέγεται φθορά. ἡ δὲ περὶ τὴν τοῦ ποσοῦ κατηγορίαν γινομένη μεταβολὴ καλεῖται αὔξησις καὶ μείωσις, ἡ δὲ ἐν τῇ τοῦ ποῦ κατηγορίᾳ ἡ κατὰ τόπον μεταβολή, ἡ δέ γε ἀλλοίωσις οὐ κατὰ πᾶν εἶδος ποιότητος γίνεται· αἱ γὰρ κατὰ τὴν ἕξιν οὐκ ἂν λέγοιντο ἀλλοιώσεις, ἀλλ’ οἷον γενέσεις τινὲς καὶ φθοραί· εἴτε γὰρ ἐν τῇ ψυχὴ εἴη ἕξις, ὡς ἐπιστήμη ἢ ἀρετὴ ἔσται, εἴτε ἐν σώματι, ὡς ὑγεία, καὶ ἐὰν μία τούτων μεταβληθῇ, εἰ μὲν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, γίνεται γένεσίς τις, εἰ δὲ ἀπὸ τοῦ ὄντος εἰς τὸ μὴ ὄν, φθορὰ λέγεται. καὶ ταύτας, φησίν, οὐ δεῖ καλεῖν ἀλλοιώσεις. οὐκοῦν ἐροῦμεν τὴν ἀλλοίωσιν γίνεσθαι, ἡνίκα μεταβολὴ κατὰ τὰς παθητικὰς ποιότητας γένηται, τοῦτ’ ἔστιν οὐ κατὰ τὰς οὐσιώδεις ἀλλὰ κατὰ τὰς συμβεβηκυίας τῷ πράγματι. |καὶ ταῦτα μὲν περὶ τούτων εἰρήσθω. Εἰ δὲ μὴ δι’ ὅλης τῆς οὐσίας κεχώρηκεν, ἀλλὰ περὶ τὴν ἐπιφάνειαν μόνην θεωρεῖται, εἰ μὲν ἐν ἀψύχοις εἴη, λέγεται σχῆμα, εἰ δὲ ἐν ἐμψύχοις, λέγεται μορφή· ταύτην γὰρ ἴσμεν διαφορὰν σχήματος καὶ μορφῆς, ἢ ὅτι τὸ μὲν σχῆμα ἐν τῇ φαντασίᾳ τῇ ἡμετέρα θεωρεῖται, ἡ δὲ μορφὴ ἐν τοῖς φυσικοῖς πράγμασιν, ὡς φέρειν τὸ τῆς μορφῆς ὄνομα καὶ κατὰ παντὸς ἀψύχου, φημὶ δὴ λίθου καὶ ξύλου καὶ σιδήρου καὶ εἴ τι ἄλλο τῶν φυσικῶν σωμάτων μετέχει σχήματος. εἰ δέ τις εἴποι δι’ ἣν αἰτίαν μὴ καὶ τὰ χρώματα λέγομεν εἶναι μορφήν, ἐπειδὴ καὶ αὐτὰ περὶ τὴν ἐπιφάνειαν θεωροῦνται, ἐροῦμεν ὅτι τὰ χρώματα οὐχ ἁπλῶς ἐν τῇ μεταβολῇ τῆς ἐπιφανείας θεωροῦνται, ἀλλὰ πάντως ἀμείβεται καὶ περὶ τὴν κρᾶσιν τὸ σῶμα, ἐπὶ δὲ τῆς μορφῆς καὶ τοῦ σχήματος τῆς οὐσίας πάντῃ ἀτρέπτου κηρὸν ποιήσωμεν αὐτῷ τρίγωνον σχῆμα, εἶτα πάλιν μεταλλάξαντες αὐτὸν ἀπὸ τοῦ τριγώνου ποιήσωμεν σφαῖραν, οὐδεμίαν μεταβολὴν τῆς οὐσίας ποιήσαντες τὸ σχῆμα μόνον ἠμείψαμεν· οὐδὲν γὰρ ἧττον ἔσται κηρὸς καὶ τριγώνου ἔχων σχῆμα καὶ σφαιρικόν.