Ancient Greek · ~2 min
Book 1, Περὶ τῶν ἐναντίων.
Ammonius, In Aristotelis Categorias Commentarius 1.1-7
Not analysed yet
Ἐναντίον δέ ἐστιν ἀγαθῷ μέν. |Πληρώσας τὸν περὶ τῶν ἀντικειμένων λόγον νῦν βούλεται εἰπεῖν ποσαχῶς τὰ ἐναντία λέγεται καί φησιν ὅτι τῷ μὲν ἀγαθῷ πάντως ἐναντίον κακὸν ἔσται, τῷ δὲ κακῷ οὐ πάντως ἀγαθόν (οὐ γὰρ ἀντιστρέφει), τῷ δὲ κακῷ ὁτὲ μὲν ἀγαθὸν ὅτε δὲ κακόν ἐστιν ἐναντίον· οὐ γὰρ μόνον τὸ ἀγαθόν· τῇ γὰρ ἐνδείᾳ κακῷ ὄντι ἡ ὑπερβολὴ ἐναντίον κακόν, ὁμοίως καὶ τῇ δειλίᾳ κακῇ οὔσῃ ἀντίκειται ἡ θρασύτης. τὰ δὲ τοιαῦτα ἐναντία σπάνια, ὡς δὲ ἐπὶ τὸ πλεῖστον τὸ κακὸν τῷ ἀγαθῷ ἐναντίον ἐστίν.