Ancient Greek
Book 1, Περὶ τῶν ἀντικειμένων.
Ammonius, In Aristotelis Categorias Commentarius 1.22-6
Not analysed yet
Οὐ μὴν ἀλλὰ μάλιστα. Ἔνστασίν τινα λύει καί φησιν ὅτι δόξειε μᾶλλον ἐπὶ τῶν ἐναντίων τῶν μὴ ἄνευ συμπλοκῆς λεγομένων τὸ μὲν ἀληθὲς εἶναι τὸ δὲ ψεῦδος. οὐκ ἔχει δὲ οὕτω. τοῦτο δὲ λύει κατά τε ἔνστασιν καὶ ἀντιπαράστασιν, ὅτι πρῶτον μὲν οὐ πάντως διαιροῦσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· εἰ γάρ τις εἴποι ‘Σωκράτης ὑγιαίνει —Σωκράτης νοσεῖ ’,εἰ μὲν ὑπάρχει ὁ Σωκράτης, διαιροῦσιν, εἰ δ’ οὐχ ὑπάρχει, συμψεύδονται καὶ ἡ λέγουσα ὑγιαίνειν καὶ ἡ λέγουσα νοσεῖν τὸν μὴ ὄντα. εἰ δέ γε διαιροῦσι, τότε ὡς κατάφασις καὶ ἀπόφασις· τοῦτο γὰρ σημαίνει τὸ λεγόμενον· ἴσμεν γὰρ ὅτι κατάφασις καὶ ἀπόφασις τῶν ἀντικειμένων ἐν λόγοις οὕτως ἀντίκεινται. ὥστε οὐ πάντως διαιροῦσιν, ὅπερ ἴδιον καταφάσεως καὶ ἀποφάσεως.