Ancient Greek · ~2 min
Book 1, Περὶ τῶν πρός τι.
Ammonius, In Aristotelis Categorias Commentarius 1.10-4
Not analysed yet
Δοκεῖ δὲ καὶ τὸ μᾶλλον καὶ τό. Ἕτερον παρακολούθημα τῶν πρός τί φησι, τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. καὶ τοῦτο δὲ ὅμοιον τῷ πρὸ αὐτοῦ· ὑπάρχει γὰρ τοῖς πρός τι, οὐ πᾶσι δέ. καὶ τοῦτο εἰκότως· εἴρηται γὰρ ὅτι ὅπου ἐναντιότης θεωρεῖται, ἐκεῖ τὸ μᾶλλον καὶ ἧττον, καὶ τοὐναντίον ὅπου οὐκ ἔστιν ἐναντιότης, οὐδὲ τὸ μᾶλλον καὶ ἧττον. εἰ οὖν ἐστιν ἐν τοῖς πρός τι ἐναντιότης, ἔστιν ἐν αὐτοῖς καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον. οὐ πᾶσι δὲ τὸ τοιοῦτον παρακολουθεῖ, ἐπεὶ μηδὲ πᾶσιν ἐναντιότης εὑρίσκετο.