Ancient Greek
Book 1, Περὶ τῶν πρός τι.
Ammonius, In Aristotelis Categorias Commentarius 1.9-4
Not analysed yet
Ἑκάτερον αὐτῶν πρός τι ὄν. ’Iστεόν ὅτι ὅσοι λέγουσι τὸν Πλάτωνα οὕτως ὁρίζεσθαι τὰ πρός τι καὶ ἐν τῷ λέγεσθαι οἴεσθαι αὐτὸν εἶναι τὴν τῶν πρὸς τι ὑπόστασιν, συκοφαντοῦσι τὸν φιλόσοφον· καὶ γὰρ ἀπὸ τῶν εἰρημένων ἐν τῷ Γοργίᾳ ἔστι γνῶναι ὅτι τῷ αὐτὰ εἶναι χαρακτηρίζει· φησὶ γὰρ ἱεῖ ἔστι τὸ ποιοῦν, ἀνάγκη τι εἶναι καὶ τὸ πάσχον’· εἶναι γὰρ εἶπε, καὶ οὐ λέγεσθαι.