Ancient Greek · ~2 min
Book 1, Περὶ ποιοῦ καὶ ποιότητος.
Ammonius, In Aristotelis Categorias Commentarius 1.17-5
Not analysed yet
Ποιότητες μὲν οὖν εἰσι αἱ εἰρημέναι. Ποιότητες, φησίν, οἷον λευκότης μελανία καὶ τὰ τοιαῦτα, |ποιὸν δὲ τὸ μετέχον τῶν ποιοτήτων, οἷον λευκὸν σῶμα καὶ μέλαν καὶ γλυκὺ καὶ τἆλλα. καὶ αἱ μὲν ποιότητες μετέχονται, τὰ δὲ ποιὰ μετέχει καὶ παρωὡς] νύμως ἀπ’. αὐτῶν λέγεται. ἐπειδὴ δὲ οὐκ ἐπὶ πάντων τοῦτό ἐστιν ὡς ἐπὶ τῆς ἀρετῆς (οὐ γὰρ λέγεται ὁ μετέχων παρωνύμως ἐκ ταύτης ἀρεταῖος ἀλλὰ σπουδαῖος), διὰ τοῦτο εἶπεν ἢ ὁπωσοῦν ἄλλως.