Ancient Greek · ~4 min
Book 1, ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΔΕΚΑ ΚΑΤΗΓΟΡΙΩΝ ΑΠΟ ΦΩΝΗΣ ΑΜΜΩΝΙΟΥ ΦΙΛΟΣΟΦΟΥ.
Ammonius, In Aristotelis Categorias Commentarius 1.18
Not analysed yet
Τῶν κατὰ μηδεμίαν συμπλοκήν. Παραδοὺς ἡμῖν πρότερον ὁ Ἀριστοτέλης τὴν εἰς τέσσαρα διαίρεσιν τῆς τε καθόλου οὐσίας καὶ τῆς μερικῆς καὶ τοὐ καθόλου συμβεβηκότος καὶ τοῦ μερικοῦ, νῦν τὴν εἰς δέκα διαίρεσιν παραδίδωσι διὰ παραδειγμάτων, ἵνα εἰς ἔννοιάν τινα ἡμᾶς τούτων προαγάγῃ, ὕστερον δὲ περὶ ἑκάστου διηρθρωμένως διδάξῃ. ἔστι δὲ τοῦτο προσεχὲς τῷ ἀνωτέρω ῥητῷ τῷ λέγοντι ‟τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται, τὰ δὲ ἄνευ συμπλοκῆς“. λέγει δὲ ἀκολούθως τοῦτο τῶν κατὰ μηδεμίαν συμπλοκήν. τῷ δὲ εἰπεῖν κατὰ μηδεμίαν δηλοῖ πλείονας εἶναι συμπλοκάς· ἢ γὰρ φωνὴν ἁπλῆν οὖσαν κατὰ τὸ σημαινόμενον συμπλέκομεν, ὡς ὅταν εἴπω ῾τρέχω᾿ δηλῶ γὰρ ἐμαυτὸν καὶ τὴν ἐνέργειαν), ἢ ἡ μὲν φωνὴ κατὰ συμπλοκήν ἐστι, τὸ δὲ σημαινόμενον ἁπλοῦν, ὡς τὸ ζῷον λογικὸν θνητόν ἡ μὲν γὰρ φωνὴ σύνθετος, ἄνθρωπος δὲ τὸ σημαινόμενον), ἢ καὶ ἀμφότερα σύνθετα, ὡς ὅταν εἴπω ῾Σωκράτης περιπατεῖ᾿ ,ἢ ἀμφότερα ἀπλᾶ, ὡς αὗται αἱ κατηγορίαι. τῶν οὖν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ποιεῖται νῦν τὴν διαίρεσιν, τοῦτ’ ἔστι τῶν δέκα κατηγοριῶν.