Ancient Greek · ~2 min
1.18 to 1.19
Ammonius, In Aristotelis Categorias Commentarius 1.18-5-19
Not analysed yet
Οἷον ὁ δρομικός. Ὁ γὰρ πυκτικὸς ὁ κατ’ ἐπιτηδειότητα λεγόμενος, ἥν φησιν αὐτὸς δύναμιν, οὐκ ἀπό τινος ὠνομάσθη ποιότητος· οὐ γὰρ δὴ ἀπὸ τῆς πυκτικῆς· ἐπιστήμη γὰρ αὕτη. καὶ μὴν οἱ τελείως καὶ ἕξει μετέχοντες αὐτῆς οὗτοι καλοῦνται ἀπ’ αὐτῆς πύκται παρωνύμως. ὁμοίως δὲ καὶ ὁ δρομικός· καὶ γὰρ αὐτὸς ἀπὸ τῆς ποιότητος καλεῖται. Ἐνίοτε δὲ καὶ ὀνόματος κειμένου. Πολλάκις δὲ καὶ ὀνόματος κειμένου τῇ ποιότητι οὐ λέγεται παρωνύμως ἐξ αὐτῆς ὁ μετέχων αὐτῆς· οὐδὲ γὰρ λέγομεν ἀρεταῖον ἀλλὰ σπουδαῖον.