Ancient Greek · ~2 min
Book 1, ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΔΕΚΑ ΚΑΤΗΓΟΡΙΩΝ ΑΠΟ ΦΩΝΗΣ ΑΜΜΩΝΙΟΥ ΦΙΛΟΣΟΦΟΥ.
Ammonius, In Aristotelis Categorias Commentarius 1.19
Not analysed yet
Ἔστι δὲ οὐσία μὲν ὡς τύπῳ εἰπεῖν οἷον ἄνθρωπος ἵππος. Φιλανθρώπως ποιῶν κεφαλαιωδῶς παραδίδωσιν ἡμῖν τὴν ἐξήγησιν τῶν κατηγοριῶν, ἵνα πρότερον ἡμᾶς εἰς ἔννοιαν ἀγάγῃ τῆς περὶ αὐτῶν διδασκαλίας καὶ οὕτως ὕστερον ἀκριβῶς ἰδία ἑκάστην κατηγορίαν ἐπισκεψώμεθα, καί φησιν οὐσίαν εἶναι ἄνθρωπον καὶ ἵππον. σὺ δὲ ὑπάκουε οὐσίας καὶ τὰ λοιπὰ ὅσα αὐθυπόστατα πράγματά εἰσι καὶ μηδενὸς ἑτέρου δεόμενα εἰς τὸ ὑποστῆναι. καὶ ταῦτα μὲν περὶ τῆς οὐσίας, τὰς δὲ λοιπὰς κατηγο- ρίας σαφῶς κατὰ λέξιν μαθησόμεθα.