Ancient Greek · ~2 min
Book 1, Περὶ ποιοῦ καὶ ποιότητος.
Ammonius, In Aristotelis Categorias Commentarius 1.20-5
Not analysed yet
Οἷον ἡ δικαιοσύνη. ἐπὶ τὸ ἴδιον τῆς ποιότητος μέτεισι· φησὶν οὖν ἴδιον τῆς ποιότητός ἐστι τὸ ἐπιδέχεσθαι ἐναντιότητα. ἐκβάλλει δὲ αὐτό· οὐ πάσαις γὰρ ὑπάρχει ταῖς ποιότησι· τῷ γὰρ ὠχρῷ ποιῷ ὄντι οὐδέν ἐστιν ἐναντίον, οὐδὲ τῷ πυρρῷ καὶ ὁμοίως οὐδὲ ταῖς ἄλλαις τοιαύταις ποιότησι. δῆλον δέ ἐστι, φησίν, ὅτι ὑφ’ ἣν κατηγορίαν ἀνάγεται ἕτερον τῶν ἐναντίων, ὑπὸ ταύτην ἀνάγεται καὶ τὸ ἕτερον ἐκ τοῦ μὴ δύνασθαι ἡμᾶς ὑπὸ ἄλλην κατηγορίαν αὐτὸ ἀναφέρειν.