Ancient Greek · ~5 min
Book 1, ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΔΕΚΑ ΚΑΤΗΓΟΡΙΩΝ ΑΠΟ ΦΩΝΗΣ ΑΜΜΩΝΙΟΥ ΦΙΛΟΣΟΦΟΥ.
Ammonius, In Aristotelis Categorias Commentarius 1.20
Not analysed yet
Ἔχειν δὲ οἷον ὑποδέδεται ὥπλισται. Ζητοῦσί τινες τί δή ποτε ὥσπερ τῷ ποιεῖν τὸ πάσχειν ἀντίκειται καὶ κατηγορίαν αὐτοῦ ἔταξε, λέγω δὴ τὴν τοῦ πάσχειν, πῶς καὶ τοῦ ἔχειν ἀντικειμένου ὄντος τοῦ ἔχεσθαι οὐκ εἶπε καὶ τούτου κατηγορίαν, φημὶ δὴ τὴν τοὐ ἔχεσθαι, ἀλλὰ μόνην τὴν τοῦ ἔχειν. φαμὲν ὅτι ὑπὸ τὴν τοῦ κεῖσθαι ἀναχθῆναι τοῦτο δύναται τὸ ἔχεσθαι, τὸ δὲ ἔχειν ὑπ’ οὐδεμίαν τῶν ἄλλων, καὶ διὰ τοῦτο ἠναγκάσθη κατηγορίαν αὐτῷ ἀφορίσαι. Τινὲς δέ φασιν ὅτι οὐ πάντα τὰ ὄντα ὑπὸ τὰς δέκα κατηγορίας ἀναχθῆναι δύναται· τὸ γοῦν σημεῖον καὶ τὴν στέρησιν ὑπὸ ποίαν κατηγορίαν ἀνάξομεν; καὶ περὶ μὲν τοῦ σημείου φαμὲν ὅτι νῦν ὁ Ἀριστοτέλης διαλέγεται περὶ πραγμάτων τῇ τε αἰσθήσει γνωρίμων καὶ τοῖς πολλοῖς, τὸ δέ γε σημεῖον αὐτὸ μέν τι πρᾶγμα ὑφεστηκὸς οὐκ έστιν, ἀρχὴ δέ ἐστιν τοῦ εἴδους, ἀλλ’ ὡς ἔφαμεν οὔτε περὶ τῆς ἁπλῆς καὶ κρείττονος τῆς συν- θέτου οὔτε περὶ τῆς ἁπλῆς καὶ χείρονος τῆς συνθέτου, ἀλλὰ περὶ τῆς συνθέτου οὐσίας αὐτῷ νῦν ὁ λόγος. τὴν δὲ στέρησίν τινες ἔφασαν ὑπ’ ἐκείνην τὴν κατηγορίαν αὐτὴν ἀνάγεσθαι, ὑφ’ ἣν καὶ ἡ ἕξις ἀνάγεται· τὰ γὰρ ἀντικείμενα ὑπὸ τὴν αὐτὴν ἀνάγεται κατηγορίαν. ἡμεῖς δέ φαμεν οὐδὲ ἀνάγεσθαι αὐτὴν ὅλως ὑπό τινα τῶν κατηγοριῶν· αἱ μὲν γὰρ κατηγορίαι τῶν ὄντων εἰσίν, ἡ δὲ στέρησις ὂν μὲν οὐκ ἔστι, στέρησις δὲ ὄντος.