Ancient Greek · ~4 min
Book 1, ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΔΕΚΑ ΚΑΤΗΓΟΡΙΩΝ ΑΠΟ ΦΩΝΗΣ ΑΜΜΩΝΙΟΥ ΦΙΛΟΣΟΦΟΥ.
Ammonius, In Aristotelis Categorias Commentarius 1.21
Not analysed yet
Ἕκαστον δὲ τῶν εἰρημένων. Βουλόμενος ἡμῖν παραστῆσαι ὡς οὐ περὶ καταφάσεως ἢ ἀποφάσεως πρόκεται νῦν αὐτῷ διαλαβεῖν, φησὶν ὅτι ἑκάστη τῶν κατηγοριῶν· αὐτὴ μὲν καθ’ αὑτὴν οὔτε ἀληθές τι οὗτε ψευδὲς σημαίνει· ἐὰν γὰρ εἴπω ῾Σωκράτης περιπατεῖ᾿ ,εἰ μὲν τύχοι περιπατῶν, ἠλήθευσα, εἰ δὲ οὔ, ἐψευσάμην, καὶ ἐπὶ τῶν ἀποφάσεων ὁμοίως· ἐὰν δὲ μυριάκις εἴπω ῾ἄνθρωπος᾿ ,οὔτε ἀληθεύω οὔτε ψεύδομαι, ὁμοίως δὲ καὶ ῾περιπατεῖ᾿ . εἰ δέ τις εἴποι ὅτι ἐὰν εἴπῃ τις ῾περιπατῶ᾿ ,ἀληθεύει ἢ ψεύδεται εἰ γὰρ τύχοι περιπατῶν, ἀληθεύει, εἰ δὲ μή, ψεύδεται), ἐροῦμεν ὅτι ἀλλ’ ὁ εἰρηκὼς ῾περιπατῶ᾿ δυνάμει συμπεριέλαβε τὸ ἐγώ, ὡς ἄν εἰ ἔλεγε ῾περιπατῶ ἐγώ᾿ ,ὥστε πάλιν ἡ ἀντωνυμία τῷ ῥήματι συμπαρελήφθη πρὸς γένεσιν ἀληθείας ἢ ψεύδους, ἐπεὶ οὐκ ἠδύνατο μία κατηγορία αὐτὴ καθ’ αὑτὴν τοῦτο ποιῆσαι· δῆλον γὰρ ὅτι ἑκάστη τῶν κατηγοριῶν αὐτὴ καθ’ ἑαυτὴν οὔτε κατάφασις οὔτε ἀπόφασίς ἐστι, συμπλεκόμεναι δὲ πρὸς ἀλλήλας τοῦτο ποιοῦσιν, οἷον ἄνθρωπος περιπατεῖ· ἔκ τε οὐσίας καὶ τοῦ ποιεῖν γέγονε κατάφασις· προσλαβοῦσα δὲ μέσον τὸ ἀρνητικὸν μόριον γίνεται ἀπόφασις, οἷον ἄνθρωπος οὐ περιπατεῖ.