Ancient Greek · ~2 min
1.28 to 1.29
Ammonius, In Aristotelis Categorias Commentarius 1.28-2-29
Not analysed yet
Οἷον ἐπὶ τῆς οὐσίας· δεκτικὴ μὲν τῶν ἐναντίων. Δεκτικὴ μὲν γὰρ ἡ οὐσία τῶν ἐναντίων ἐστίν, οὐ μέντοι κατὰ τὸν αὐτὸν χρόνον ἐν τῷ αὐτῷ μέρει ἅμα τὰ ἐναντία ἐπιδέχεται· οὐδέποτε γὰρ ἔσται τὸ αὐτὸ κατὰ τὸν αὐτὸν χρόνον ψυχρὸν καὶ θερμὸν ἢ λευκὸν καὶ μέλαν. Καὶ αὐτὰ ἑαυτοῖς συμβαίνει ἐναντία εἶναι. ἐπιτείνων οὖν τὸ ἄτοπόν φησιν ὅτι εἰ ἔστι τὸ μέγα τῷ μικρῷ ἐναντίον, συμβήσεται οὐ μόνον τὸ αὐτὸ ἅμα κατὰ τὸν αὐτὸν χρόνον τῶν ἐναντίων εἶναι δεκτικόν, ἀλλὰ καὶ αὐτὸ ἑαυτῷ μάχεσθαι, ὅπερ ἀδύνατον· οὐδὲν γὰρ τῶν ὄντων αὐτὸ ἑαυτῷ μάχεται.