Ancient Greek
Book 1, Περὶ ποσοῦ
Ammonius, In Aristotelis Categorias Commentarius 1.30-2
Not analysed yet
ὐκ ἔστιν ἄρα τὸ μέγα. Πρότερον ὑποθέμενος αὐτὰ ἐναντία εἶναι ἔδειξεν ὅτι ποσὰ οὐκ ἔστιν, ἔπειτα ὑπέθετο ποσὰ καὶ ἔδειξεν ὅτι οὐκ εἰσὶν ἐναντία. τὸ δὲ ἀληθὲς οὔτε ποσά ἐστιν οὔτε ἐναντία, τῶν δὲ πρός τι. ἀλλ’ εἴπερ ἄρα τῶν πρός τί ἐστι, δεῖ αὐτὰ εἶναι ἐν ἑτέρᾳ κατηγορίᾳ, ἵνα δέξηται τῶν πρός τι τὴν σχέσιν. ποῦ δ’ ἂν εἴη εἰ μὴ ἐν τῇ τοῦ ποσοῦ, εἴ γε ἐναντία οὐκ εστι;