Ancient Greek · ~2 min
Book 1, Περὶ ποσοῦ
Ammonius, In Aristotelis Categorias Commentarius 1.31-2
Not analysed yet
Μάλιστα δὲ ἡ ἐναντιότης. Εἰ βούλεταί τις, φησίν, ἐν τῷ ποσῷ ἐναντιότητα θεωρῆσαι, λάβοι τὸ ἄνω καὶ τὸ κάτω· ταῦτα γὰρ καὶ πλεῖστον διεστήκασιν ἀλλήλων, τοῦτ’ ἔστι τὸν ὁρισμὸν τῶν ἐναντίων ἐπιδέχεται· οὕτω γὰρ καὶ ὁρίζονται τὰ ἐναντία ῾τὰ πλεῖστον ἐν τῷ αὐτῷ γένει ἀπ’ ἀλλήλων διεστηκότα.’ τούτω δὲ ἀρέσκεται· οὐ γὰρ ἔστιν ὅλως ἄνω καὶ κάτω, ἀλλὰ πέριξ καὶ μέσον, ἃ οὐκ ἔστιν ἐναντία ἀλλὰ τῶν πρός τι· τὸ γὰρ πέριξ μέσου τινὸς πέριξ λέγεται.