Ancient Greek · ~1 min
Book 1, Περὶ ποσοῦ
Ammonius, In Aristotelis Categorias Commentarius 1.32-2
Not analysed yet
Τὰ γὰρ πλεῖστον ἀλλήλων. Ὅρα πῶς ἡ φύσις βουλομένη ἑνῶσαι τὰ ἐναντία, ὑπὸ τὸ αὐτὸ γένος αὐτὰ ἐποίησε· λευκοῦ γὰρ καὶ μέλανος ἐναντίων ὄντων γένος τὸ χρῶμα, καὶ θερμοῦ καὶ ψυχροῦ τὸ ποιόν. καὶ εἰς ἓν δὲ ὑποκείμενον τὴν μάχην ποιοῦνται.