Ancient Greek · ~2 min
Book 1, Περὶ οὐσίας.
Ammonius, In Aristotelis Categorias Commentarius 1.33
Not analysed yet
Λέγω δὲ οὐχ ὅτι οὐσία οὐσίας. ἐπειδὴ γὰρ ἀνωτέρω εἶπε μᾶλλον οὐσίαν τοῦ εἴδους τὴν ἄτομον οὐσίαν ἢ τὸ εἶδος τοῦ γένους, νῦν φησιν ὅτι οὐ τοῦτο λέγω ὅτι οὐσία οὐσίας οὐκ ἔστι μᾶλλον καὶ ἧττον οὐσία, ἀλλ’ ὅτι ἡ αὐτὴ οὐσία οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, οἷον ὁ Σωκράτης οὐ λέγεται ποτὲ μὲν μᾶλλον Σωκράτης ποτὲ δὲ ἧττον, οὔτε ἄνθρωπος λέγεται μᾶλλον καὶ ἧττον ἄνθρωπος.