Ancient Greek · ~3 min
Book 1, Περὶ ποσοῦ
Ammonius, In Aristotelis Categorias Commentarius 1.33-2
Not analysed yet
Οὐ δοκεῖ δὲ τὸ ποσὸν ἐπιδέχεσθαι. εἰπὼν ὅτι ἴδιον τοῦ ποσοῦ τὸ μηδὲν ἔχειν ἐναντίον καὶ δείξας ὅτι παντὶ τοῦτο ὑπάρχει, οὐκ εἶπεν ὅτι οὐ μόνῳ δῆλον γὰρ ἦν ἐκ τῶν περὶ τῆς· οὐσίας εἰρημένων τοῦτο), ἀλλ’ ἐφ’ ἕτερον μεταβέβηκε τοῦ ποσοῦ ἵδιον, τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. καὶ τοῦτο εἰκότως. ὅπου γάρ ἐστιν ἐναντιότης, ἐκεῖ τὸ μᾶλλον καὶ ἧττον, ὅπου δὲ οὐκ ἔστιν, οὐδὲ τὸ μᾶλλον καὶ ἧττον εὑρίσκεται· τὸ γὰρ μᾶλλον καὶ ἧττον ἐκ τῆς τῶν ἐναντίων μίξεως γίνεται. ἰστέον δὲ ὅτι καὶ τοῦτο πάλιν ἀποδοκιμάζει ὡς καὶ τῇ οὐσία ἁρμόζον καὶ ἐπὶ ἕτερον μεταβέβηκεν ἴδιον, ὃ καὶ κυρίως κέκληκεν ἴδιον.