Ancient Greek · ~2 min
Book 1, Περὶ οὐσίας.
Ammonius, In Aristotelis Categorias Commentarius 1.34
Not analysed yet
Οὐ γάρ ἐστιν ἕτερος ἑτέρου μᾶλλον. οὐ γὰρ Σωκράτης ποτὲ μὲν γίνεται μᾶλλον ἄνθρωπος ποτὲ δὲ ἧττον οὔτε πάλιν ὁ Σωκράτης Πλάτωνος μᾶλλον ἄνθρωπος καθὸ ζῷον λογικὸν θνητόν, ὥσπερ τὸ λευκὸν ἕτερον ἑτέρου μᾶλλον λευκὸν καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. λέγεται δὲ καὶ ἑαυτοῦ μᾶλλον λευκὸν γενέσθαι· τὸ γὰρ νῦν λευκὸν δύναται ὕστερον λευκότερον ἑαυτοῦ γενέσθαι ἐπιτεταμένης τῆς λευκότητος. |