Ancient Greek · ~4 min
Book 1, Περὶ ποσοῦ
Ammonius, In Aristotelis Categorias Commentarius 1.34-2
Not analysed yet
Ἵδιον δὲ μάλιστα τοῦ ποσοῦ τὸ ἴσον τε. οὐκ εἶπε περὶ τοῦ προαποδεδομένου ἰδίου ὅτι οὐκ ἔστι τοῦτο ἴδιον τοῦ ποσοῦ· δῆλον γὰρ ἦν ἐκ τῶν ῥηθέντων ἐν τῷ περὶ τῆς οὐσίας λόγῳ. τοῦτο δὲ κυρίως ἴδιόν ἐστι τοῦ ποσοῦ τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι. εἰ δὲ καὶ ἐπ’ ἄλλου τινὸς λέγομεν τὸ ἴσον τε καὶ ἄνισον, οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός· οἷον ἴσον λέγομεν εἶναι τοῦτο τὸ λευκὸν σῶμα τούτῳ τῷ λευκῷ σώματι, καὶ ἄνισον δὲ ὡσαύτως, οὐ καθὸ λευκὸν ἀλλὰ καθὸ σῶμα· εἴποι δ’ ἄν τις τῶν ἀκριβῶς ἀκροωμένων ῾πῶς ὁ ᾿Αριστοτέλης 112ν τὸ σῶμα ἔταξεν ὑπὸ τὴν οὐσίαν καὶ πάλιν ὑπὸ τὸ ποσόν, καίτοι εἴπομεν ἐν τοῖς προοιμίοις ὅτι οὐδὲν τῶν ὄντων ὑπὸ δύο κατηγορίας ἀνάγεται; ᾿γεται;’ φαμὲν οὖν ὅτι κατ’ ἄλλο καὶ ἄλλο λαμβάνει τὸ σῶμα· ἔστι γὰρ ἔνυλον σῶμα, οἷον φέρε εἰπεῖν λίθος ἢ ξύλον, ἔστι δὲ καὶ τὸ λόγῳ θεω- ρούμενον σῶμα <οἶον> μαθηματικόν. ἐν οὖν τῇ οὐσίᾳ τὸ ἔνυλον ἔλαβεν, ἐν δὲ τῷ ποσῷ τὸ λόγῳ θεωρούμενον ἔλαβεν· |