Ancient Greek
Book 1, Περὶ τῶν πρός τι.
Ammonius, In Aristotelis Categorias Commentarius 1.36-2
Not analysed yet
Τὴν δέ γε κεφαλὴν καὶ τὴν χεῖρα. Ἐκ τούτων ἀποδείκνυσι λοιπὸν πῶς ἥ τε κεφαλὴ καὶ ὁ ποὺς καὶ ἡ χεὶρ οὐκ ἔστι τῶν πρός τι· ὑποκείσθω γὰρ ὁ Σωκράτης τὸ μὲν ἄλλο σῶμα ἐγκεκαλυμμένος, μόνην δὲ τὴν χεῖρα γυμνὴν ἔχων, ἐνταῦθα ὡρισμένως μὲν οἶδα ὅτι ἐστὶ χείρ, τίνος δέ ἐστιν οὐκ οἶδα. τῶν δὲ πρός τι ὁ τὸ ἕτερον ὡρισμένως εἰδὼς καὶ τὸ ἕτερον ὡρισμένως εἴσεται· τὴν δὲ χεῖρα ὡρισμένως εἰδὼς τίνος ἐστὶν ὡρισμένως οὐκ οἶδα· δῆλον οὖν ὅτι ἡ χεὶρ οὐκ ἔστι τῶν πρός τι. ὁμοίως δὲ ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων μερῶν.