Ancient Greek · ~8 min
Book 1, Περὶ οὐσίας.
Ammonius, In Aristotelis Categorias Commentarius 1.35
Not analysed yet
Μάλιστα δὲ ἴδιον τῆς οὐσίας. |ῦτο ἕκτον παρακολούθημα ἴδιον ἀπέδωκε τῆς οὐσίας καὶ ἓν μὲν ἀριθμῷ φησιν, ἵνα φυλαχθῇ τὸ ὑποκείμενον ἕν, ταὐτὸν δὲ ἵνα μὴ μεταβάλῃ ταβάλῃ καθ’ ὑπόστασιν (τὸ γὰρ χρῶμα ἀπὸ λευκοῦ μέλαν γίνεται μεταβάλλει κατὰ ὑπόστασιν, ὁ δὲ Σωκράτης 〈μένων εἷς καὶ ὁ αὐτὸς ποιὲ μὲν θερμὸς γίνεται ποιὲ δὲ ψυχρός, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως〉), δεκτικὸν τῶν ἐναντίων, τοῦτ’ ἔστιν ἐπιτηδειότητα ἔχον τοῦ παρὰ μέρος δέχεσθαι τὰ ἐναντία· <οὐ γὰρ εἶπε δέχεσθαι τὰ ἐναντία>, ἐπεὶ ἐν ταὐτῷ καὶ κατὰ ταὐτὸ ἔσται τὰ μαχόμενα, ἀλλὰ τῷ δεκτικὸν εἶναι τὴν δύναμιν μόνον ἐσήμανε. πῶς δὲ ἴδιον τῆς οὐσίας δόξει εἶναι τοῦτο; οὐκέτι γὰρ καὶ ταῖς δευτέραις οὐσίαις ἁρμόζει. ἐροῦμεν ὅτι εἰ καὶ μὴ πάσῃ, ἀλλ’ οὖν μόνῃ παρακολουθεῖ. μᾶλλον δὲ ἰδιάζει τὰ μόνῳ ὑπάρχοντα, εἰ καὶ μὴ παντί, ἢ τὰ παντὶ μὲν μὴ μόνῳ δέ. καὶ τοῦτο εἰκότως· πῶς γὰρ εἴη ἴδιον τοῦδέ τινος, ὃ καὶ ἑτέροις ὑπάρχει; τῶν δὲ ἀποδεδομένων τῆς οὐσίας ἓξ ἰδίων τὸ μὲν πρῶτον καὶ τὸ τέταρτον καὶ τὸ πέμπτον πάσῃ ὑπάρχει, οὐ μόνῃ δέ, τὸ δὲ δεύτερον καὶ τὸ τρίτον καὶ τὸ ὕστερον μόνῃ μέν, οὐ πάσῃ δέ. διὸ τὰ μὲν τρία τὰ πάσῃ ὑπάρχοντα, οὐ μόνῃ δέ, ἀποφατικῶς ὡρίσατο ὡς πόρρω τῆς τῶν ἰδίων ὄντα φύσεως, τὸ δέ γε δεύτερον καὶ τὸ τρίτον καὶ τὸ ἕκτον καταφατικῶς ὡς μᾶλλον ἴδια τῶν ἄλλων διὰ τὸ ὡς ἔφαμεν μόνῳ δεῖν ὑπάρχειν τὸ ἴδιον ἐκείνῳ οὗ ἐστιν ἴδιον. προτετίμηται δὲ τὸ τελευταῖον τοῦ δευτέρου καὶ τοῦ τρίτου καίτοι δοκοῦν ταὐτὸν ἐκείνοις σημαίνειν τὰ τρία γὰρ μόνῃ καὶ οὐ πάσῃ ὑπῆρχεν), διότι τὸ μὲν τόδε τι σημαίνειν καὶ τὸ πάντα συνωνύμως ἀπ’ αὐτῆς λέγεσθαι κατὰ τὴν φωνὴν εἴληπται, τὸ ὕστερον δὲ ἐξ αὐτῆς τῆς ὑπάρξεως. εἴη δ’ ἄν τὸ ὕστερον καὶ μόνῃ καὶ πάσῃ, εἰ ὀλίγον τι προσθῶμεν εἰπόντες τες οὕτω μετὰ τὸ ἀποδιδόμενον ἴδιον ῾ἢ τὸ περιέχον τὸ ἓν καὶ ταὐτὸν ὂν καὶ τῶν ἐναντίων δεκτικόν᾿ · καὶ γὰρ οὕτως εἰρηκότες συμπεριλαμβάνομεν τὰ εἴδη καὶ τὰ γένη.