Ancient Greek · ~4 min
Book 1, Περὶ τῶν πρός τι.
Ammonius, In Aristotelis Categorias Commentarius 1.37-2
Not analysed yet
Ἴσως δὲ χαλεπὸν ὑπὲρ τῶν. Πάνυ ἐμφιλοσόφως φησί· βούλεται γὰρ ἡμᾶς μὴ εἰκῇ μηδὲ ὡς ἔτυχεν ἀποφαίνεσθαι καὶ μάλιστα περὶ θεωρημάτων πολλῆς ζητήσεως δεομένων, μετὰ πολλῆς δὲ βασάνου καὶ κρίσεως. ἐπειδὴ δὲ ὁδὸς εἴς εὐπορίαν μαθήσεως τὸ ἀπορεῖν, οὐκ ἄχρηστόν φησι τὸ διηπορηκέναι περὶ ἑκάστου αὐτῶν· τὸ γὰρ μὴ ἀπορεῖν δύο ταῦτα σημαίνει, τὸ πάντων ἔχειν τὰς γνώσεις ὡς ἡ πρόνοια (οὐδὲν γὰρ ἐν αὐτῇ ἄπορόν ἐστι) καὶ τὸ πανταχόθεν ἐστερῆσθαι γνώσεως· ὃ γὰρ μὴ οἶδέ τις, οὐδὲ ἀπορεῖ. ἡμεῖς δὲ μέσοι ὄντες τῶν τε ὑπὲρ ἡμᾶς καὶ τῶν μεθ’ ἡμᾶς μέσως πως γινώσκομεν ὁδῷ χρώμενοι τῇ ἀπορίᾳ· καθάπερ γὰρ τὰ πυρία πρὸς ἑαυτὰ παρατριβόμενα πῦρ ἀφιᾶσιν, οὕτω καὶ αἱ ψυχαὶ ἀποροῦσαι διὰ τῆς ζητήσεως ἀφιᾶσι τὸ τῆς ἀληθείας φῶς. ἐπειδὴ οὖν ὁ Ἀριστοτέλης ἐλάβετο ἀνωτέρω τοῦ ὁρισμοῦ τοῦ λέγοντος πρός τι εἶναι τὰ ἑτέρων λεγόμενα, ὡς κινδυνευουσῶν τινων οὐσιῶν γίνεσθαι τῶν πρός τι, νῦν φησιν ὅτι ἴσως οὐ δεῖ ἡμᾶς διισχυρίζεσθαι ὅτι οὐκ ἔστι πρός τι τὰ ἑτέρων λεγόμενα· πολλάκις γὰρ ἀπολογεῖταί τις πρὸς τὴν εἰρημένην ἐξ ἡμῶν ἀπορίαν. |