Ancient Greek · ~6 min
Book 1, Περὶ τῶν πρός τι.
Ammonius, In Aristotelis Categorias Commentarius 1.7-3
Not analysed yet
ὸ δὲ ἀνακεῖσθαι ἢ ἑστάναι ἢ καθῆσθαι. Ταῦτα, φησίν, οὐκ εἰσὶ θέσεις, εἴ γε ἡ μὲν θέσις πρός τί ἐστιν, ταῦτα δὲ θέσεις μὲν οὐκ εἰσί παρωνύμως δὲ ἀπὸ τῶν εἰρημένων εἰδῶν τῆς θέσεως μετηνέχθησαν, ἀπὸ μὲν τῆς στάσεως τὸ ἑστάναι, ἀπὸ δὲ τῆς ἀνακλίσεως τὸ ἀνακεκλίσθαι, ἀπὸ δὲ τῆς καθέδρας τὸ καθέζεσθαι. ὥσπερ δὲ ἀπὸ τῶν εἰδῶν τῆς θέσεως μετηνέχθησαν, οὕτω καὶ ἀπὸ τοὐ γένους τούτων, τοῦτ’ ἔστι τῆς θέσεως. μετενεχθήσεται τὸ κεῖσθαι, ἥτις ἐστὶ μία τῶν κατηγοριῶν· αὕτη γὰρ γένος ἐστὶ τοῦ ἑστάναι καὶ ἀνακεῖσθαι καὶ ἀνακεκλίσθαι καὶ καθέζεσθαι. ὥστε ἓν εἶδος τῶν πρός τι, τοῦτ’ ἔστιν ἡ θέσις, μίαν ἔτεκε κατηγορίαν τὴν τοῦ κεῖσθαι. καὶ οὐδὲν θαυμαστόν. καὶ δύο γὰρ εἴδη τοῦ ποσοῦ δύο ἔτεκε κατηγορίας, ὁ τόπος τὴν ποῦ καὶ ὁ χρόνος τὴν ποτέ, οὐχ ὅτι ὁ τόπος λέγεται ποῦ, ἀλλὰ τὰ πράγματα τὰ ἐν τόπῳ ὄντα, ὥσπερ οὐδὲ ὁ χρόνος αὐτὸς ποτέ, ἀλλὰ τὰ ἐν χρόνῳ γινόμενα πράγματα. ἀπορήσειε δ’ ἄν τις πρὸς τὸν φιλόσοφον διὰ τί τὴν θέσιν καὶ τὴν στάσιν ὑπὸ τὰ πρός τι ἀνάγει· ταῦτα γὰρ ὑπὸ τὴν τοῦ κεῖσθαι κατηγορίαν ἔδει ἀνάγεσθαι. λέγομεν οὖν ὅτι οὐ πάντως τὰ ἀπό τινος παρωνύμως λεγόμενα ὑπὸ τὴν αὐτὴν κατηγορίαν τελεῖ· ἰδοὺ γὰρ ἀπὸ τῆς γραμματικῆς λέγομεν γραμματικόν, καὶ ἡ μὲν γραμματικὴ ἐπιστήμη οὖσα ὑπὸ τὴν ποιότητα ἀνάγεται, ὁ δὲ γραμματικὸς ὑπὸ τὴν οὐσίαν. οὕτω καὶ ἐπὶ τούτων τὴν μὲν ἐνέργειαν ὑπὸ τὰ πρός τι ἀνάγομεν, αὐτὸ δὲ τὸ κείμενον ὑπὸ τὴν τοῦ κεῖσθαι κατηγορίαν.