Ancient Greek · ~5 min
Book 1, Περὶ τῶν πρός τι.
Ammonius, In Aristotelis Categorias Commentarius 1.8-4
Not analysed yet
Ὑπάρχει δὲ καὶ ἐναντιότης. Ἕτερον παρακολούθημά φησι τῶν πρός τι τὸ ἐπιδέχεσθαι ἐναντιότητα. καὶ τοῦτο εἰκότως· ἐπειδὴ γὰρ παραφυάσιν ἔοικεν εἶναι τὰ πρός τι καὶ πράγματα οὐκ ἔστιν ἀφωρισμένα, ἀλλ’ ἐν ταῖς ἄλλαις κατηγορίαις εὑρίσκεται, μιμεῖται ἐκείνας αἷς προσπλέκεται· οἷον ἐπειδὴ τῇ οὐσίᾳ καὶ τῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον, τοιγαροῦν οὐδὲ τοῖς πρός τι τοῖς περὶ αὐτὰ ἔστιν εὑρεῖν ἐναντίον, οἷον τριπλασίῳ· τὸ γὰρ τριπλάσιον τῶν πρός τί ἐστι (τινὸν γὰρ λέγεται τριπλάσιον), καὶ ὅμως οὐκ ἔχει τι ἐναντίον, ἐπειδὴ συμπλέκεται κατηγορίᾳ μὴ τοῦτο ἐχούσῃ. ὁμοίως δὲ καὶ ἐπὶ τῆς οὐσίας <οἶον> δεσπότῃ υἱῷ δεξιῷ ἀριστερῷ· οὐδὲ γάρ τούτοις ἐστί τι ἐναντίον διὰ οἷς συμπλέκεται ὑπὸ κατηγορίαν ἀνῆχθαι μηδὲν ἔχουσαν ἐναντίον. ἐπειδὴ δὲ ἡ ποιότης ἐπιδέχεται ἐναντιότητα, ὁμοίως καὶ τὰ περὶ αὐτὴν πρὸς τι, οἷον ἀρετῇ κακία ἐναντίον καὶ τῇ ἐπιστήμῃ ἄγνοια. ἰστέον δὲ ὅτι ταῦτα μὲν ἀλλήλοις ἐστὶν ἐναντία, ἀλλ’ οὐχ ὡς πρός τι |ἀποκρίνεται, οἷον ἡ ἀρετὴ <σπουδαίου ἀρετὴ> καὶ ὁ σπουδαῖος <ἀρετῇ σπουδαῖος>, ὁμοίως δὲ καὶ ἡ κακία κακοῦ κακία καὶ ὁ κακὸς κακίᾳ κακός· ἐναντίον δ’ ἀρετῇ μὲν κακία, σπουδαίῳ δ’ ὁ κακός. εἰκότως τοίνυν ἐναντιότης θεωρεῖται ἐν τοῖς πρός τι, καὶ οὐ πᾶσι τοῦτο παρακολουθεῖ.