Ancient Greek · ~6 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 10
Not analysed yet
Καὶ τούτων μάλιστα οἱ ἐκ τοῦ περιπάτου. Ὁ φιλόσοφος Πορφύριος οὐκ εἰς ἑαυτὸν ἀνάγει τὴν εὕρεσιν καὶ τὴν διδασκαλίαν, ἀλλά φησιν ὅτι τῶν πάλαι διαλαβόντων λογικῶς περὶ αὐτῶν οἱ Περιπατητικοὶ μάλιστα τοῦτο τὸ μέρος ἐξηκριβώσαντο. τὸ δὲ τῶν Περιπατητικῶν ὄνομα ἐκ τοιαύτης γέγονεν αἰτίας. φασὶν ὅτι ὁ θεῖος Πλάτων ἐν Ἀκαδημίᾳ βαδίζων ἐποιεῖτο τὰς πρὸς τοὺς ἑταίρους συνουσίας διὰ τὸ τὸ σῶμα ἐπιτήδειον ποιεῖν διὰ τῶν γυμνασίων πρὸς ψυχῆς ἔλλαμψιν· ὡς γὰρ ἄν ἔχῃ τὸ ὄργανον, οὕτως καὶ ἡ ἐνέργεια τοῦ τεχνίτου διαφαίνεται. καὶ τούτου χάριν ἐλέγοντο Περιπατητικοί. μετὰ γοῦν τὴν τοῦ Πλάτωνος τελευτὴν διεδέξαντο τὴν διατριβὴν αὐτοῦ ὅ τε Ἀριστοτέλης καὶ ὁ Ξενοκράτης, καὶ ὁ μὲν Ἀριστοτέλης ἐν Λυκείῳ ὁ δὲ Ξενοκράτης ἐν τῇ Ἀκαδημίᾳ. ἐλέγοντο οὖν οἱ μὲν τοῦ Ἀριστοτέλους Περιπατητικοὶ ἐκ Λυκείου, οἱ δὲ τοῦ Ξενοκράτους Περιπατητικοὶ ἐξ Ἀκαδημίας. ὕστερον δὲ οἱ μὲν τοῦ Ἀριστοτέλους ἀπέλαβον τὴν ἐκ τῆς ἐνεργείας ἐπωνυμίαν τὴν ἐκ τοῦ τόπου ἀπολέσαντες καὶ ἐκλήθησαν Περιπατητικοί, οἱ δὲ τοῦ Ξενοκράτους τὴν ἐκ τοῦ τόπου ἀπολαβόντες καὶ τὴν ἐκ τῆς ἐνεργείας ἀπολέσαντες ἐκλήθησαν Ἀκαδημαϊκοί. ἐπεὶ οὖν ὁ φιλόσοφος ἔμελλέ τινα ὑπόληψιν ἐν τῇ διδασκαλίᾳ ἔχειν τῶν ὑπὸ Πλάτωνος παραδοθέντων Πλατωνικὸς ὢν καὶ αὐτός, ἐπειδήπερ ὡς χρήσιμον εἰς τὰς Ἀριστοτέλους Κατηγορίας ἔγραψε τὸ βιβλίον, εἶπεν ὅτι ᾿διδάξω περὶ αὐτῶν, ὡς οἱ παλαιοὶ διέλαβον, καὶ τούτων οἱ Ἀριστοτελικοί᾿ διὰ τοῦ εἰπεῖν καὶ μάλιστα οἱ ἐκ τοῦ περιπάτου. Περὶ γένους