Ancient Greek
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 11.1
Not analysed yet
Ἔοικε δὲ μήτε τὸ γένος μήτε τὸ εἶδος. Εἰρηκὼς τὸν σκοπὸν καὶ τὸ χρήσιμον τίς τε ὁ εἰσαγωγικὸς τρόπος, ὅτι τῶν βαθυτέρων ἀπέχεσθαι ζητημάτων τῶν δὲ ἁπλουστέρων στοχάζεσθαι, καὶ τίνα τὰ βαθύτερα καὶ τίνα τὰ ἁπλούστερα, ἀκολούθως ἐπὶ τὴν κατὰ μέρος διδασκαλίαν εἰσέβαλε. καὶ πρῶτον περὶ γένους διαλαμβάνει, ὅτι πρώτην τάξιν ἔχει τὸ γένος ἐν τοῖς ἀπηριθμημένοις καὶ ὅτι πλειόνων ἐστὶ περιεκτικὸν εἰδῶν. πρῶτον δέ ἐστι τὸ γένος τῶν εἰδῶν κατ’ αἰτίαν, καίτοι τῶν πρός τί ἐστι τὸ γένος καὶ τὸ εἶδος. ἀλλ’ ἔστι τινὰ τῶν πρός τι, ἐν οἷς τὰ ἕτερα τῶν ἑτέρων πρεσβύτερα καὶ αἴτια λέγομεν, οἷον τὸν πατέρα τοῦ υἱοῦ καθὸ ἄνθρωπον αἴτιόν φαμεν καὶ πρῶτον, καίτοι ἅμα γινωσκομένων καὶ ἀλλήλων συστατικῶν γινομένων τῶν πρός τι, ᾗ πρός τί ἐστι· τὰ γὰρ πρός τι ἀνάγκη πρότερον οὐσίας εἶναι· σκοποῦντες οὖν τὴν προϋπάρχουσαν οὐσίαν τῶν πρό τι ἣν ἂν προυφεστῶσαν εὕρωμεν ἢ χρόνῳ ἡ φύσει, ἐκείνην πρεσβυτέραν κατ’ αἰτίαν λέγομεν. ἐν γοῦν τῷ πατρὶ καὶ τῷ υἱῷ πρεσβύτερός ἐστιν ὁ πατὴρ χρόνῳ, καθὸ ἄνθρωπός ἐστιν, ὅπερ αὐτοῦ ἐστιν ἡ οὐσία, ἥτις συστατικὴ γίνεται τῆς τοῦ υἱοῦ οὐσίας. διὰ τοῦτο οὖν τὸν πατέρα πρεσβύτερον λέγομεν εἶναι τοῦ υἱοῦ καίτοι πρὸς ἄλληλα λεγομένων. ὁ δὲ ἄρχων τοῦ ἀρχομένου καὶ ὁ διδάσκαλος τοὐ μαθητοῦ κατὰ μόνην αἰτίαν πρεσβύτεροι, οὐ τῷ χρόνῳ· τῷ χρόνῳ γὰρ ἔσθ’ ὅτε καὶ ὕστεροι εἶεν ὡς ἄνθρωποι, φημὶ δὴ ὁ ἄρχων τοῦ ἀρχομένου καὶ ὁ διδάσκαλος τοῦ μαθητοῦ. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ γένους καὶ τοῦ εἴδους. τὸ γὰρ γένος καὶ τὸ εἶδος τῶν πρός τι· τὰ δὲ πρός τι ἀνάγκη οὐσίας πρότερον εἶναι· τὸ δὲ γένος κατὰ τὴν οὐσίαν φύσει προϋφέστηκεν, οὐ χρόνῳ, καὶ συστατικὸν γίνεται ἵης οὐσίας τοῦ εἴδους· τὸ γὰρ γένος τέμνεται εἰς εἴδη· |πᾶν δὲ τεμνόμενον πρῶτον φύσει τοῦ τμήματος καὶ συστατικόν· οὐκτίς] οὗν εἰ πρῶτον κατὰ τὴν οὐσίαν τὸ γένος τοῦ εἴδους, τὰ δὲ πρῶτα κατὰ τὴν οὐσίαν τῶν πρός τι κατ’ αἰτίαν πρῶτα· πρεσβύτερον ἄρα τὸ γένος τοῦ εἴδους, καὶ εἰκότως αὐτὸ προτάττει τῶν λοιπῶν. ταύτῃ γοῦν καὶ ἡ φύσις ἐν τῇ γενέσει τῇ τάξει κέχρηται· παραλαβοῦσα γὰρ τὸ σπέρμα πρῶτον μὲν ζωοποιεῖ αὐτὸ καὶ ψυχοῖ, εἶτα προἰοῦσα αἴσθησιν παρασχοῦσα ποιεῖ ζῷον, εἶτα θυμὸν καὶ ἐπιθυμίαν ποιεῖ ἄλογον ζῷον, εἶτα τέλος τὸν λόγον παρασχοῦσα ποιεῖ ἄνθρωπον. ὥστε ὡς μὲν οὐσίαι προϋπάρχει τὰ γένη τῶν εἰδῶν, ὡς δὲ γένη καὶ εἴδη συνυφέστηκεν ἀλλήλοις καὶ συναναιρεῖται· τῆς γὰρ πρὸς ἄλληλα αὐτῶν σχέσεως ὀνόματά ἐστι τὸ γένος καὶ τὸ εἶδος. Ἄξιον δὲ ζητῆσαι, διὰ τί περὶ τοῦ γένους διδάσκων ἐμνήσθη καὶ τοῦ εἴδους, καὶ μὴ καὶ τῆς διαφορᾶς καὶ τῶν ἄλλων. φαμὲν οὖν ὅτι τὸ γένος καὶ τὸ εἶδος πρός τί ἐστι, καθάπερ εἰρήκαμεν, (καὶ γὰρ τὸ εἶδος γένους ἐστὶν εἶδος καὶ τὸ γένος εἴδους ἐστὶ γένος), καὶ διὰ τοῦτο εἰκότως ἐμνήσθη τοῦ εἴδους ἅμα τῷ γένει· ἐν γὰρ τῇ τῶν πρός τι διδασκαλίᾳ ἀνάγκη πᾶσα τὸν περὶ θατέρου τούτων διδάσκοντα, καθὸ πρός τί ἐστι, καὶ τοῦ λοιποῦ μνησθῆναι. (??)Κανόνι δ’ ἐνταῦθα Ἀριστοτελικῷ κέχρηται ὁ Πορφύριος. ἔστι δὲ ὁ κανὼν οὗτος· δεῖ τὸν μέλλοντα ποιήσασθαι περί τινος διδασκαλίαν ὁμωνύμου, τοῦτ’ ἔστιν εἰ ὑπὸ τοῦ αὐτοῦ ὀνόματος σημαίνονται πολλά, διελεῖν πρῶτον τὰ ὑπὸ τοῦ ὀνόματος πολλὰ σημαινόμενα, εἶθ’ οὕτως εἰπεῖν περὶ ποίου τῶν σημαινομένων τὴν διδασκαλίαν ποιεῖται· ἡ γὰρ ὁμωνυμία εἴωθεν ἀσάφειαν καὶ πλάνην γεννᾶν τοῦ μὲν διδάσκοντος ἐπὶ ἄλλου σημαινομένου (??)τοῦτο τὸ ὄνομα λαμβάνοντος, τοῦ δὲ διδασκομένου ἐπ’ ἄλλου. οἷον εἴ τις περὶ τοῦ ἀστρῴου κυνὸς διδάσκειν βουλόμενος εἴποι ᾿ὁ κύων καύματα ποιεῖ ἤ διακρίνει τοὺς καρπούς᾿ μὴ πρότερον εἰπὼν περὶ ποίου κυνὸς ποιεῖται τὸν λόγον πλάνην ἐμποιήσει τῷ ἀκροατῇ · δεῖ οὗν πρότερον ἀπαριθμησάμενον τὰ σημαινόμενα τοῦ κυνός, ὅτι ὁ μὲν ἀστρῷός ἐστιν ὁ δὲ χερσαῖος ὁ δὲ θαλάττιος ὁ δὲ φιλόσοφος, εἰπεῖν ὅτι περὶ τοῦ ἀστρῴου ποιοῦμαι τὸν λόγον. τοῦτο οὖν φιλοσόφως ποιῶν ὁ Πορφύριος ἀπαριθμεῖται τὰ σημαινόμενα τοῦ γένους καὶ δηλοῖ περὶ ποίου αὐτῶν ὁ λόγος.