Ancient Greek · ~3 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 103
Not analysed yet
Προσόντων δὲ καὶ ἄλλων κοινῶν. Φησὶν ὅτι καὶ ἄλλα μέν ἐστιν αὐτοῖς κοινὰ καὶ ἴδια, ὅμως δὲ ἀρκεῖ ταῦτα. ἔστι δὲ κοινὸν αὐτοῖς καὶ τὸ οὐσιῶδες· ὥσπερ γὰρ οὐσιῶδες τὸ γένος, οὕτως καὶ ἡ διαφορά. κοινὸν αὐτῶν καὶ τὸ συνωνύμως κατηγορεῖ- σθαι· ὥσπερ γὰρ τὸ γένος τῶν ὑπ’ αὐτὸ συνωνύμως κατηγορεῖται, οὕτω καὶ ἡ διαφορά. ἔστι δὲ καὶ ἴδιον ἑκάστῳ παρὰ τὰ εἰρημένα, ὅτι τὸ μὲν γένος οἷον τὸ ζῷον μετ’ ἄλλου γένους οὐ συμπλέκεται πρὸς τὸ συμπληρῶσαί τι, αἱ δὲ διαφοραὶ συμπλέκονται καὶ ποιοῦσί τι· τὸ γὰρ λογικὸν μετὰ τοῦ θνητοῦ, νοῦ καὶ ἐπιστήμης δεκτικοῦ καὶ τῶν τοιούτων συμπλέκεται καὶ συμπληροῖ τὸν ἄνθρωπον.