Ancient Greek · ~1 min
100 to 102
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 100-102
Not analysed yet
Ἔτι τὸ γένος περιέχει τὴν διαφορὰν δυνάμει. Ἔτι γένος μὲν ἓν καθ’ ἕκαστον εἶδος. Ἑτέρα διαφορὰ γένους καὶ διαφορᾶς· τὸ μὲν γὰρ ἕν ἐστιν, αἱ δὲ πλείους καθ’ ἕκαστον εἶδος. Καὶ τὸ μὲν γένος ἔοικεν ὕλῃ. Ήδη εἴρηται ὅτι τὸ ἐν τοῖς πολλοῖς γένος καὶ μάλιστα τὸ φυσικὸν ὕλῃ ἔοικεν, ἡ δὲ διαφορὰ εἴδει.