Ancient Greek · ~3 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 12
Not analysed yet
Ἔοικε δὲ μήτε τὸ γένος μήτε τὸ εἶδος ἁπλῶς λέγεσθαι. Τὸ ἔοικεν οὐχ ὡς ἐνδοιάζων λέγει, ἀλλ’ ἀντὶ τοῦ φαίνεται. τὸ δὲ ἀπλῶς τετραχῶς λέγεται· σημαίνει γὰρ τὸ καθόλου, ὥς φασιν οἱ ῥήτορες ᾿καὶ ἀπλῶς εἰπεῖν᾿ ἀντὶ τοῦ ᾿καθόλου εἰπεῖν᾿, καὶ τὸ κυρίως, ὡς ὅταν εἴπῃ ὁ Ἀριστοτέλης ᾿ἡ ἁπλῶς γένεσις’ τοῦτ’ ἔστιν ἡ κυρία, καὶ τὸ μάτην καὶ ἄνευ τινὸς λόγου, ὡς ὅταν εἴπωμεν ᾿ἀπλῶς αὐτὸν τύπτει᾿ ἀντὶ τοῦ μάτην. σημαίνει δὲ καὶ τὸ μοναχῶς, ὡς ὅταν παρ’ Εὐριπίδῃ λέγηται ἀπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ. νῦν δὲ ἀντὶ τοῦ μοναχῶς κεῖται· λέγει γὰρ ὅτι φαίνεται μήτε τὸ γένος μήτε τὸ εἶδος μήτε τὰ λοιπὰ μοναχῶς λεγόμενα.