Ancient Greek · ~2 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 13
Not analysed yet
Γένος γὰρ λέγεται καὶ ἡ τινῶν ἐχόντων πως πρὸς ἕν τι. Πρῶτον σημαινόμενον τοῦ γένους φησί, τοῦτο δέ ἐστι, καθ’ ὃ δύο σχέ. σεῖς λαμβάνει, πλήθους πρὸς πλῆθος καὶ πλήθους πρὸς ἕνα, οἷον τῶν Ἡρακλειδῶν πρὸς ᾿Ηρακλέα, καθὸ ἐξ ἐκείνου λέγονται ἔχειν τὸ γένος, καὶ αὐτῶν τούτων πρὸς ἀλλήλους, καθὸ ἀλλήλοις λέγονται θεῖοι καὶ ἀνεψιοὶ ἡ ὁπωσοῦν ἄλλως. τὸ δὲ πὼς προσέθηκεν καλῶς· ἄλλῳ γὰρ ἄλλη ἔσται σχέσις τῶν ὑπὸ τὸ αὐτὸ γένος ὄντων· ἢ γὰρ θεῖοί εἰσιν ἄλλοι ἄλλων ἢ τέκνα ἢ ἀδελφοὶ ἢ ἄλλο τι τῶν τοῦ τοιούτου γένους συμπληρωτικῶν. |