Ancient Greek · ~2 min
26 to 27
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 26-27
Not analysed yet
Τῆς δ’ αὗ διαφορᾶς καὶ τῶν κοινῶς συμβεβηκότων διαφερει τὸ γένος. Τῶν διαφορῶν φησι καὶ τῶν καθόλου συμβεβηκότων διαφέρει τὸ γένος τῷ ταῦτα μὲν ἐν τῷ ὁποῖόν τί ἐστιν ἢ πῶς ἔχον κατηγορεῖσθαι, τὸ δὲ γένος ἐν τῷ τί ἐστιν. Ὣστε τὸ μὲν κατὰ πλειόνων λέγεσθαι τὸ γένος διαστέλλει αὐτὸ ἀπὸ τῶν καθ’ ἑνὸς μόνου τῶν ἀτόμων κατηγορουμένων. Ἐν συντόμῳ δείκνυσι πῶς ἕκαστον τῶν παραληφθέντων πρὸς τὴν τοῦ γένους ὑπογραφὴν δεόντως εἴληπται.