Ancient Greek · ~4 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 28
Not analysed yet
Ἃ οὐκ ἐν τῷ τί ἐστιν ἀλλ’ ἐν τῷ ὁποῖόν τί ἐστιν ἢ πῶς ἔχον ἐστὶ κατηγορεῖται. Ἡ δὲ διαφορὰ καὶ τὰ συμβεβηκότα οὐ μόνον ἐν τῷ ὁποῖόν τί ἐστι κατηγοροῦνται, ἀλλὰ καὶ ἐν τῷ πῶς ἔχον ἐστίν· ἐρωτηθέντες γὰρ πῶς ἔχει Σωκράτης ἀποκρινόμεθα ἢ ὑγιαίνει ἢ νοσεῖ· αἱ γὰρ ἄλλαι διαφοραὶ πρὸς τοῖς συμβεβηκόσιν εἰσὶν οἷον τὸ σιμὸν καὶ τὸ γρυπὸν καὶ τὸ φαλακρόν. Τὸ δὲ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι χωρίζει ἀπὸ τῶν διαφορῶν καὶ τῶν κοινῶς συμβεβηκότων, ἃ οὐκ ἐν τῷ τί ἐστιν, ἀλλ’ ἐν τῷ ὁποῖόν τί ἐστιν ἢ πῶς ἔχον ἐστὶ κατηγορεῖται ἕκαστον ὧν κατηγορεῖται. Ἐν τῷ ὁποῖόν τί ἐστιν ἡ διαφορὰ κατηγορεῖται, ἐν δὲ τῷ πῶς ἔχον τὰ κοινῇ συμβεβηκότα. φασὶ δέ τινε. ς ὅτι εἰπὼν ἢ πῶς ἔχον περιέλαβε καὶ τὰ ἰδίως τινὶ συμβεβηκότα. λέγομεν οὖν ὅτι εἰ καὶ ἐν τῷ πῶς ἔχον ἐστὶ κατηγορεῖται καὶ αὐτά, ἀλλ’ ὅμως τῶν καθ᾿ ἑνός ἐστι κατηγορουμένων· ἐκείνων δὲ ἄνω ἐχώρισε τὸ γένος εἰρηκὼς τὸ μὲν κατὰ πλειόνων λέγεσθαι γεσθαι τὸ γένος διαστέλλει αὐτὸ ἀπὸ ἀπὸ τῶν καθ᾿ ἑνὸς μόνου τῶν ἀτόμων κατηγορουμένων.