Ancient Greek · ~13 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 29.1
Not analysed yet
οὐδὲν ἄρα περιττὸν οὐδὲ ἐλλεῖπον περιέχει ἡ τοῦ γένους ῥηθεῖσα ὑπογραφὴ τῆς ἐννοίας. Οἱ ὁρισμοὶ βούλονται καὶ μόνῳ ἐφαρμόζειν τῷ πράγματι καὶ ὅλον αὐτὸ περιλαμβάνειν· διὰ τοῦτο γὰρ καὶ ὁρισμοὶ λέγονται, ὡς περιλαμβάνοντες τὸ ὁριστὸν ἀπὸ τῶν ἐν τοῖς χωρίοις ὅρων μετειλημμένοι. κακύνονται δὲ οἱ ὁρισμοὶ κατὰ δύο τρόπους, ἢ περιττεύοντες ἢ ἐλλείποντες· καλῶς γὰρ εἴρηται τοῖς φιλοσόφοις, ὅτι ἑκάστη συμμετρία μία τις οὖσα δύο ἔχει ἀμετρίας παρακειμένας· οὕτω γὰρ καὶ ἡ δικαιοσύνη μία μέν τις ὑπάρχει ἀρετή, παράκειται δὲ αὐτῇ ἡ μειονεξία καὶ ἡ πλεονεξία· καὶ μειονέκτης μέν ἐστιν ὁ ἧττον τοῦ δέοντος ἑαυτῷ τι περιποιῶν, πλεονέκτης δὲ ὁ πλέον τοῦ δέοντος. καὶ πάλιν ἡ σωφροσύνη ἀρετὴ ὑπάρχει, παράκειται δὲ αὐτῇ ἥ τε ἠλιθιότης καὶ ἡ ἀκολασία· καὶ ἠλίθιος μέν ἐστιν ὁ ἧττον ‘κινούμενος ἀκόλαστος δὲ ὁ μᾶλλον καὶ ἀτάκτως κινούμενος. ὥσπερ ὦν ἐπὶ τούτων ἔχει, οὕτως καὶ ἐπὶ τοῦ ὁρισμοῦ· ἐκεῖνος γάρ ἐστιν ἄριστος ὅρος ὁ περιορίζων μὲν τὸ οἰκεῖον πρᾶγμα καὶ μηδὲν ἔξω αὐτοῦ καταλιμπάνων, τῶν δὲ παρακειμένων μηδὲν ἀφαιρούμενος. παράκειται δὲ τούτῳ, ὥσπερ καὶ ταῖς ἄλλαις ἀρεταῖς, ἥ τε ὑπερβολὴ καὶ ἡ ἔλλειψις, ὡς ἤδη εἴρηται. καὶ περιττεύοντες μὲν ποιοῦσι τὰ πράγματα ἐλλείπειν, ἐλλείποντες δὲ ποιοῦσι τὰ πράγματα περιττεύειν· οἷον ὁ τοῦ ἀνθρώπου ὁρισμός ἐστι ζῷον λογικὸν θνητόν, καὶ οὗτος ὁ ὁρισμὸς χωρίζει τὸν ἄνθρωπον ἀπὸ τῶν ἄλλων πάντων καὶ περιλαμβάνει πάντας τοὺς ἀνθρώπους. ἐλλείπων δὲ ποιεῖ τὸ πρᾶγμα περιττεύειν, οἷον ζῷον θνητόν· οὐ μόνον γὰρ ὁ ἄνθρωπος ζῷον θνητὸν ἀλλὰ καὶ ὁ ἵππος καὶ ὁ κύων καὶ ἄλλα πολλά πάλιν δὲ περιττεύων ποιεῖ τὸ πρᾶγμα ἐλλείπειν, οἷον ζῷον λογικὸν θνητὸν γραμματικόν· οὐκέτι γὰρ πάντας ἀνθρώπους περιλαμβάνει, ἀλλὰ μόνους τοὺς γραμματικούς. καὶ τοῦτο εἰκότως· συνθετώτερα γὰρ γινόμενα τὰ πράγματα μᾶλλον στενοῦται, ἁπλούστερα δὲ ὄντα ἐπὶ πλέον ἐκτείνεται καὶ ἐπὶ πλειόνων φέρεται, ἅτε δὴ καὶ πλησιέστερα ὄντα τῆς πρώτης ἀρχῆς καὶ κοινῆς πάντων. διὰ τοῦτο τὸ μὲν ζῷον αὐτὸ καθ’ αὑτὸ ἐπὶ πλειόνων φέρεται, συντεθὲν δὲ τῷ λογικῷ ἐπ’ ἐλαττόνων. τὸ δὲ λογικὸν ζῷον τῷ θνητῷ συνδυαζ(,όμενον ἔτι ἐλάττονα περιέχει, εἰ δὲ προστεθῇ καὶ τὸ γραμματικόν, ἔτι μερικώτερον γίνεται. ὥστε ἐλλείποντες μὲν οἱ ὁρισμοὶ ποιοῦσι τὰ πράγματα περιττεύειν, περιττεύοντες δὲ ποιοῦσιν ἐλλείπειν. ταῦτα οὖν ἐπισημηνάμενος ὁ Πορφύριός φησιν ὅτι ὁ ἀποδοθεὶς τοῦ γένους ὁρισμὸς ἤτοι ὑπογραφὴ τῶν δύο ἀπήλλακται τῶν κακυνόντων τοὺς ὁρισμούς· οὔτε γὰρ περιττεύει οὔτε ἐλλείπει. Εἴρηται ὅτι τριττά ἐστι τὰ γένη, τὰ μὲν πρὸ τῶν) πολλῶν τὰ δὲ ἐν τοῖς πολλοῖς τἂ δὲ ἐπὶ τοῖς πολλοῖς, ἃ καὶ ὑστερογενῆ καλε,ῖται καὶ ἐννοηματικὰ ὡς ἐν τῇ διανοίᾳ ὄντα τῇ ἡμετέρᾳ. πρόκειται οὖν τῷ Πορφυρίῳ διδάξαι περὶ γενῶν οὔτε περὶ τῶν πρὸ τῶν πολλῶν οὔτε περὶ τῶν ἐν τοῖς πολλοῖς ἀλλὰ περὶ τῶν ἐπὶ τοῖς πολλοῖς, τοῦτ’ ἔστι περὶ τῶν ἐννοηματικῶν. διά τοῦτο τοίνυν εἶπεν ὑπογραφὴν τῆς ἐννοίας, τοῦτ’ ἔστι τοῦ ἐννοηματικοῦ γένους. ἐννοηματικὸν ὅ δὲ γένος ἐστί, καθ’ ἣν ἔννοιαν λαμβάνοντες τὰ πράγματα πρὸς αὐτὴν ὁριζόμεθα, οἷον λαμβάνομεν καιὰ τὴν οἰκείαν δ̓ ἄνοιαν τὸν ἄνθρωπον καὶ πρὸς αὐτὴν ἀναλογιζόμενοι λέγομεν. ὅτι ὁ ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν. φησὶν οὖν ὁ Πορφύριος ὅτι ταύτης τῆς ἐννοίας οὐδὲν ὑπερβάλλον οὐδὲ ἐλλεῖπον ἔχει ἡ τοῦ γένους ὑπογραφή. Περὶ εἴδους.