Ancient Greek · ~15 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 30.1
Not analysed yet
lo δὲε4̓͂ὸος λέγεται μὲν καὶ ἐπὶ τῆς ἑκάστου μορφῆς. Πεπλήρωται ὁ περὶ τοῦ γένους λέγος. δευτέραν οὖν τάσιν ἔχουσιν ἐν τούτοις αἱ διαφοραί· ἀλλ ἐπειδήπερ τὸ γένος καὶ τὸ εἶδος πρός τι καὶ ἅμα ὑφίσταται καὶ ἅμα νοεῖται, διὰ τοῦτο τὸ εἶδος τῆς διαφορᾶς προέταξεν. οὐ διὰ τὴν φυσικὴν τάξιν ἀλλὰ διὰ τὴν ὃιδασὶίλικr̀ιὶ ἀκολουθίαν, καὶ ὅτι ἐν τῇ τοὺ γένους διδασκαλίᾳ ἐμνημόνευσε τοῦ εἴδους, καὶ ἔδει μὴ ἐπὶ πολὺν χρόνον τούτου ἀνεννόητον εἶναι τὸν ἀκροατήν. τῷ δὲ εἰωθότι καὶ νῦν κανόνι χρώμενος ἀπαριθμεῖται πρότερον τά σημαινόμενα τοῦ εἴδους πάντα, εἶθ’ οὕτως προσδιορίζεται περὶ ποίου ποιεῖται τὸν λόγον· εἰσὶ γὰρ ἕτερα σ hυαινόμενα τοῦ εἴδους, περὶ ὧν οὐ πρόκειται λέγειν, ἀλλ’ ἐκεῖνα μεὶται τοῦ εP̀οους τὰ σημαινόμενα τὰ πρὸς τὴν λογικὴν ἁρμόζοντα πραγματείαν. λέγει οὖν ὅτι διττὸν ὑπάρχει τὸ σημαινόμενον τοῦ εἴδους· εἶδος μὲν γὰρ λέγεται καὶ ἡ ἑκάστου μορφή, καθ’ ὃ σημαινόμενον λέγομεν τοὺς εὐειδεῖς καὶ δυσειδεῖς, εἶδος δὲ λέγεται καὶ τὸ ὑπὸ τὸ γένος πεπτωκὸς κὸς ἢ οὗ τὸ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται. ἀλλ’ οὗτος ὁ ὁρισμός ἐστι καὶ τοῦ εἰδικωτάτου εἴδους καὶ τοῦ μὴ εἰδικωτάτου. λέγεται δὲ καὶ ἄλλως εἶδος τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον. ἐπεὶ δὲ τὰ τῶν ὀνομάτων τούτων σημαινόμενα, λέγω δὴ τοῦ μὴ εἰδικωτάτου εἴδους καὶ τοῦ εἰδικωτάτου, ἀσαφῆ ὑπάρχει τῇ κοινῇ συνηθείᾳ, προ· ἰόντος τοῦ λόγου σαφηνίζει αὐτὰ προχειριζόμενος τὴν καλλίστην τῶν κατηγοριῶν, λέγω δὴ τὴν οὐσίαν, ἥτις αὐθυπόστατον ὑπάρχει πρᾶγμα καὶ γενικώτατον γένος· αἱ γὰρ ἄλλαι κατηγορίαι συμβεβηκότα ὑπάρχουσιν αὐτῆς· εἰ γὰρ πᾶσαι αἱ ἄλλαι ἐν τῇ οὐσίᾳ ὑπάρχουσι καὶ ἐν αὐτῇ θεωροῦνται καὶ χωρὶς αὐτῆς συστῆναι |οὐ δύνανται, δῆλον ὅτι ἡ μὲν οὐσία ἐστὶν αὐθυπόστατος, αἱ δὲ ἄλλαι ἐννέα κατηγορίαι συμβεβήκασιν αὐτῇ. λαμβάνει οὗν τὴν οὐσίαν καὶ πλέκει ἐξ αὐτῆς σειρὰν τοιαύτην, ὅτι τῆς οὐσίας τὸ μέν ἐστι σῶμα τὸ δὲ ἀσώματον, καὶ τοὐ σώματος τὸ μέν ἐστιν ἔμψυχον τὸ δὲ ἄψυχον, καὶ τοῦ ἐμψύχου τὸ μὲν ζῷον τὸ δὲ φυτὸν τὸ δὲ ζωόφυτον, καὶ τοῦ ζῴου τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον, καὶ τοῦ λογικοῦ τὸ μὲν ἄγγελος τὸ δὲ ἄνθρωπος τὸ δὲ δαίμων. ἐν τούτοις οὖν γενικώτατον μὲν γένος ἡ οὐσία, εἰδικώτατον δὲ εἶδος ὁ ἄνθρωπος, τὰ δὲ μέσα γένη τὰ αὐτὰ καλοῦνται καὶ εἴδη, εἴδη μὲν τῶν πρὸ αὐτῶν, γένη δὲ τῶν μετ’ αὐτά. κοινῶς μὲν οὖν πάντα τὰ εἴδη τά τε εἰδικώτατα καὶ τὰ ὑπάλληλα ἡ προτέρα ὑπογραφὴ περιέχει ἡ λέγουσα εἶδος εἶναι τὸ ὑπὸ τὸ γένος πεπτωκὸς ἢ οὗ τὸ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται· τούτων γὰρ τῶν ὑπογραφῶν ἑκατέρα τῷ μὲν ὑποκειμένῳ ἡ αὐτή ἐστι τῇ λοιπῇ, τῇ δὲ σχέσει μόνον ἀλλήλων διαφέρουσι. πολλὰ γὰρ ἐστι καὶ ἄλλα πράγματα, ἅτινα τῷ μὲν ὑποκειμένῳ ταὐτά ἐστι, τῇ δὲ σχέσει διάφορα, ὡς ἡ ἀνάβασίς τε καὶ ἡ κατάβασις· τούτοις γὰρ τοῖς πράγμασιν ὑπόκειται μὲν τὸ αὐτό, ἡ κλῖμαξ, διαφέρει δὲ ἡ ἀνάβασις τῆς καταβάσεως τῇ σχέσει μόνῃ, ὅτι ἡ μὲν ἀνάβασις ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω ἄνοδος ὑπάρχει, ἡ δὲ κατάεὐειδεῖς βάσις ἀπὸ τῶν ἄνω ἐπὶ τὰ κάτω οὖσα κάθοδος ὑπάρχει. καὶ τὸ σπέρμα δὲ καὶ ὁ καρπὸς τῷ μὲν ὑποκειμένῳ ταὐτά ἐστι, τῷ λόγῳ δὲ μόνῳ καὶ τῇ σχέσει διάφορα. ὥσπερ οὖν ἐπὶ τούτων ἔχει, οὕτως καὶ ἐπὶ τοῦ διττοῦ τῆς ὑπογραφῆς τοῦ εἴδους· διαφέρουσι γὰρ ἀλλήλων τῷ τὴν μὲν ἀπὸ τοῦ γένους ἄρχεσθαι λήγειν δὲ εἰς τὸ εἶδος, τὴν δὲ ἑτέραν ἀπὸ τοῦ εἴδους μὲν ἄρχεσθαι λήγειν δὲ εἰς τὸ γένος· ὥστε οὖν καὶ ταῦτα τῇ σχέσει μόνῃ διαφέρει ἀλλήλων, τῷ δὲ ὑποκειμένω ταὐτά ἐστιν. ἄρχεται δὲ πάλιν ἀπὸ τοῦ γνωριμωτέρου σημαινομένου τοῦ εἴδους, διότι ὁμοιότητα. ἔχει πρὸς τὸ παρὰ τοῖς φιλοσόφοις· ὥσπερ γὰρ τὸ εἶδος τὸ ἐπὶ τῆς μορφῆς περιεκτικόν ἐστι πάντων τῶν μερῶν, οὕτω καὶ τὸ παρὰ τοῖς φιλοσόφοις τῶν κατὰ μερος.