Ancient Greek · ~2 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 31
Not analysed yet
Τὸ δὲ εἶδος λέγεται μὲν καὶ ἐπὶ τῆς ἐκάστου μορφῆς. Ὥσπερ καὶ ἐπὶ τοῦ γένους πρὶν διδάξαι τί ποτέ ἐστι γένος ἢ ποῖόν ἐστι, τὴν ὁμωνυμίαν αὐτοῦ διεστείλατο καὶ πρῶτον περὶ ὧν οὐ προέκειτο αὐτῷ ἐδίδασκε σημανομένων τοῦ γένους, εἶθ’ οὕτως περὶ τοὺ προκειμένου, τὸν αὐτὸν τρόπον καὶ ἐνταῦθα τὴν ὁμωνυμίαν πρότερον διαστέλλεται, εἶθ οὕτως τί ἐστιν εἶδος λέγει καὶ ποῖον αὐτοῦ τὸ σημαινόμενον.