Ancient Greek
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 39
Not analysed yet
Ὥστε ταῦτα δύο ἔχει σχέσεις. Η οὐσία μίαν ἔχει σχέσιν τὴν πρὸς τὰ μετ’ αὐτήν· · ἰὴν γὰρ πρὸς τὰ πρὸ αὐτῆς οὐκέτι ἔχει· οὐδὲ γὰρ ἀνωτέρω τι τῆς οὐσίας ἐστί. πάλιν τὸ εἶδος μίαν ἔχει σχέσιν τὴν πρὸς τὰ πρὸ αὐτοῦ· τὴν γὰρ πρὸς τὰ μετ’ αὐτὸ οὐκ ἔχει· οὐδὲν γάρ ἐστι μετ’ αὐτὸ εἶδος. τὰ δὲ μέσα δύο ἔχει σχέσεις, τήν τε πρὸς τὰ πρὸ αὐτῶν, καθ’ ἣν εἴδη λέγεται, καὶ τὴν πρὸς τὰ μετ’ αὐτά, ἀλλὰ κατὰ μὲν τὴν πρώτην σχέσιν εἴδη λέγονται, κατὰ δὲ τὴν δευτέραν γένη. τὰ δὲ ἄκρα μίαν ἔχει σχέσιν τό τε γενικώτατον καὶ τὸ εἰδικώτατον.