Ancient Greek · ~1 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 40
Not analysed yet
Ἀλλὰ καὶ τῶν ἀτόμων εἶδος λέγεται. Ἔχει γὰρ καὶ τὸ εἰδικώτατον εἶδος σχέσιν τινὰ πρὸς αὐτὰ τὰ ἄτομα) ἀλλ’ οὐ τὴν αὐτὴν ἔχει σχέσιν καὶ πρὸς τὰ πρὸ αὐτοῦ· ὁ γὰρ ἄνθρωπος Σωκράτους καὶ Πλάτωνος οὐ λέγεται γένος, ἀλλ’ εἶδος ὡς περιέχον τὰ ἄτομα.